Ancient Greek · ~1 min
Section 354
Flavius Josephus, Ἰωσήπου βίος 354
Not analysed yet
τί δʼ οὐχὶ καὶ κατὰ τὴν τῶν Ἱεροσολύμων πολιορκίαν δισχίλιοι Τιβεριέων ἐξητάσθησαν, οἱ μὲν πεπτωκότες, οἱ δὲ ληφθέντες αἰχμάλωτοι; ἀλλὰ σὺ πολέμιος οὐ γεγονέναι φήσεις, ὅτι πρὸς βασιλέα τότʼ ἔφυγες. καὶ τοῦτο δὲ διὰ τὸν ἐξ ἐμοῦ φόβον φημί σε πεποιηκέναι.