Ancient Greek · ~1 min
Section 358
Flavius Josephus, Ἰωσήπου βίος 358
Not analysed yet
ἀλλʼ ἴσως τὰ κατὰ τὴν Ἱεροσόλυμα πραχθέντα μετὰ ἀκριβείας φήσεις συγγεγραφέναι. καὶ πῶς οἷόν τε; οὔτε γὰρ τῷ πολέμῳ παρέτυχες οὔτε τὰ Καίσαρος ἀνέγνως ὑπομνήματα. μέγιστον δὲ τεκμήριον· τοῖς γὰρ Καίσαρος ὑπομνήμασιν ἐναντίαν πεποίησαι τὴν γραφήν.