Ancient Greek · ~1 min
Section 361
Flavius Josephus, Ἰωσήπου βίος 361
Not analysed yet
οὐ μὴν ἐγώ σοι τὸν αὐτὸν τρόπον περὶ τῆς ἐμαυτοῦ γραφῆς ἔδεισα, ἀλλʼ αὐτοῖς ἐπέδωκα τοῖς αὐτοκράτορσι τὰ βιβλία μόνον οὐ τῶν ἔργων ἔτι βλεπομένων· συνῄδειν γὰρ ἐμαυτῷ τετηρηκότι τὴν τῆς ἀληθείας παράδοσιν, ἐφʼ ᾗ μαρτυρίας τεύξεσθαι προσδοκήσας οὐ διήμαρτον.