Ancient Greek · ~1 min
Section 366
Flavius Josephus, Ἰωσήπου βίος 366
Not analysed yet
πέμπε δέ μοι καὶ τὰς λοιπάς. ἔρρωσο. βασιλεὺς Ἀγρίππας Ἰωσήπῳ τῷ φιλτάτῳ χαίρειν. ἐξ ὧν ἔγραψας οὐδεμιᾶς ἔοικας χρῄζειν διδασκαλίας ὑπὲρ τοῦ μαθεῖν ἡμᾶς ὅλους ἀρχῆθεν. ὅταν μέντοι συντύχῃς μοι, καὶ αὐτός σε πολλὰ κατηχήσω τῶν ἀγνοουμένων.