Ancient Greek · ~1 min
Section 375
Flavius Josephus, Ἰωσήπου βίος 375
Not analysed yet
λαβόμενοι δʼ ἀφορμῆς οἱ Γαλιλαῖοι καὶ παρεῖναι τοῦ μίσους τὸν καιρὸν οὐ βουληθέντες, εἶχον γὰρ ἀπεχθῶς καὶ πρὸς ταύτην τὴν πόλιν, ὥρμησαν ὡς ἄρδην ἀφανίσοντες πάντας σὺν τοῖς ἐποίκοις.