Ancient Greek
Section 385
Flavius Josephus, Ἰωσήπου βίος 385
Not analysed yet
Ἐγὼ δʼ ἀκούσας ἠπόρουν, τίνα τρόπον ἐξαρπάσω τὴν Τιβεριάδα τῆς Γαλιλαίων ὀργῆς. ἀρνήσασθαι γὰρ οὐκ ἐδυνάμην μὴ γεγραφέναι τοὺς Τιβεριεῖς καλοῦντας τὸν βασιλέα· ἤλεγχον γὰρ αἱ παρʼ ἐκείνου πρὸς αὐτοὺς ἀντιγραφαὶ τὴν ἀλήθειαν.