Ancient Greek
Section 405
Flavius Josephus, Ἰωσήπου βίος 405
Not analysed yet
Σύλλας δὲ καὶ οἱ μετʼ αὐτοῦ πυθόμενοι τὰ κατʼ ἐμὲ πάλιν ἐθάρρησαν, καὶ γνόντες ἀμελεῖσθαι τὰ περὶ τὴν φυλακὴν τοῦ στρατοπέδου διὰ νυκτὸς ἱππέων λόχον ἱδρύσαντες ἐν τῷ πέραν τοῦ Ἰορδάνου, γενομένης ἡμέρας εἰς μάχην ἡμᾶς προεκαλέσαντο.