Ancient Greek
Section 414
Flavius Josephus, Ἰωσήπου βίος 414
Not analysed yet
Τῆς γὰρ τῶν Ἰωταπάτων πολιορκίας λαβούσης τέλος γενόμενος παρὰ Ῥωμαίοις μετὰ πάσης ἐπιμελείας ἐφυλασσόμην τὰ πολλὰ διὰ τιμῆς ἄγοντός με Οὐεσπασιανοῦ, καὶ δὴ κελεύσαντος αὐτοῦ ἠγαγόμην τινὰ παρθένον ἐκ τῶν αἰχμαλωτίδων τῶν κατὰ Καισάρειαν ἁλουσῶν ἐγχώριον.