Ancient Greek
Section 428
Flavius Josephus, Ἰωσήπου βίος 428
Not analysed yet
ταῦτα μέν μοι τὰ κατὰ τὸν οἶκον. διέμεινεν δὲ ὅμοια καὶ τὰ παρὰ τῶν αὐτοκρατόρων· Οὐεσπασιανοῦ γὰρ τελευτήσαντος Τίτος τὴν ἀρχὴν διαδεξάμενος ὁμοίαν τῷ πατρὶ τὴν τιμήν μοι διεφύλαξεν πολλάκις τε κατηγορηθέντος οὐκ ἐπίστευσεν.