Ancient Greek
Section 56
Flavius Josephus, Ἰωσήπου βίος 56
Not analysed yet
ἐκέλευε δὲ καὶ τοὺς πρώτους αὐτῶν ἄνδρας ἑβδομήκοντα πέμπειν ἀπολογησομένους περὶ τῆς ἐπενηνεγμένης αἰτίας. ἐλθόντες οὖν οἱ δώδεκα πρὸς τοὺς ἐν Ἐκβατάνοις ὁμοφύλους καὶ καταλαβόντες αὐτοὺς μηδὲν ἐπὶ νεωτερισμῷ φρονοῦντας ἔπεισαν καὶ τοὺς ἑβδομήκοντα πέμπειν.