Ancient Greek
Section 64
Flavius Josephus, Ἰωσήπου βίος 64
Not analysed yet
ἄρας οὖν μετʼ αὐτῶν ἀπὸ τῆς Σεπφωριτῶν πόλεως εἰς κώμην τινὰ Βηθμαοῦς λεγομένην ἀπέχουσαν Τιβεριάδος στάδια τέσσαρα παραγίνομαι, καὶ πέμψας ἐντεῦθεν πρὸς τὴν Τιβεριέων βουλὴν καὶ τοὺς πρώτους τοῦ δήμου παρεκάλουν ἀφικέσθαι πρός με.