Ancient Greek
1 to 4
Flavius Josephus, Jewish Antiquities 1-13-4
Not analysed yet
Τίνα μὲν οὖν τρόπον τὸ τῶν Ἰουδαίων ἔθνος καταδουλωσαμένων αὐτὸ τῶν Μακεδόνων ἀνεκτήσατο τὴν ἐλευθερίαν καὶ διʼ ὅσων καὶ πηλίκων ἀγώνων ὁ στρατηγὸς αὐτῶν ἐλθὼν Ἰούδας ἀπέθανεν ὑπὲρ αὐτῶν μαχόμενος, ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν. μετὰ δὲ τὴν τελευτὴν τὴν Ἰούδου πᾶν ὅσον ἦν ἔτι τῶν ἀσεβῶν καὶ παραβεβηκότων τὴν πάτριον πολιτείαν ἐπεφύη τοῖς Ἰουδαίοις καὶ πανταχόθεν αὐτοὺς ἀκμάζον ἐκάκου. συνελάμβανε δὲ τῇ τούτων πονηρίᾳ καὶ λιμὸς τὴν χώραν καταλαβών, ὡς πολλοὺς διὰ τὴν σπάνιν τῶν ἀναγκαίων καὶ τὸ μὴ δύνασθαι τοῖς παρʼ ἀμφοτέρων ἀπό τε τοῦ λιμοῦ καὶ τῶν ἐχθρῶν δεινοῖς ἀντέχειν αὐτομολῆσαι πρὸς τοὺς Μακεδόνας. Βακχίδης δὲ τῶν Ἰουδαίων τοὺς ἀποστάντας τῆς πατρίου συνηθείας καὶ τὸν κοινὸν βίον προῃρημένους συναθροίσας τούτοις ἐνεχείρισεν τὴν τῆς χώρας ἐπιμέλειαν, οἳ καὶ συλλαμβάνοντες τοὺς Ἰούδου φίλους καὶ τὰ ἐκείνου φρονοῦντας τῷ Βακχίδῃ παρέδοσαν· ὁ δὲ βασανίζων πρῶτον αὐτοὺς καὶ πρὸς ἡδονὴν αἰκιζόμενος ἔπειθʼ οὕτως διέφθειρεν.