Ancient Greek · ~7 min
1 to 7
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 1-2-7
Not analysed yet
Μετὰ δὲ τὴν Ἰσάκου τελευτὴν οἱ παῖδες αὐτοῦ μερισάμενοι τὴν οἴκησιν πρὸς ἀλλήλους οὐχ ἣν ἔλαβον ταύτην κατέσχον, ἀλλʼ Ἡσαῦς μὲν τῆς Νεβρωνίας πόλεως ἐκχωρήσας τῷ ἀδελφῷ ἐν Σαειρᾷ διητᾶτο καὶ τῆς Ἰδουμαίας ἦρχεν οὕτω καλέσας τὴν χώραν ἀπʼ αὐτοῦ· Ἄδωμος γὰρ ἐπωνομάζετο κατὰ τοιαύτην αἰτίαν τυχὼν τῆς ἐπικλήσεως. ἀπὸ θήρας ποτὲ καὶ πόνου τοῦ περὶ τὸ κυνήγιον λιμώττων ἐπανῆκεν, ἔτι δὲ ἦν παῖς τὴν ἡλικίαν, ἐπιτυχὼν δὲ τἀδελφῷ φακῆν ἐσκευακότι πρὸς ἄριστον αὑτῷ ξανθὴν σφόδρα τὴν χροιὰν καὶ διὰ τοῦτʼ ἔτι μᾶλλον ὀρεχθεὶς ἠξίου παρασχεῖν αὐτῷ πρὸς τροφήν. ὁ δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ τοῦ φαγεῖν συνεργῷ χρησάμενος τῇ πείνῃ τὸν ἀδελφὸν ἠνάγκαζε, κἀκεῖνος ὑπὸ τοῦ λιμοῦ προαχθεὶς παραχωρεῖ τῶν πρεσβείων αὐτῷ μεθʼ ὅρκων. ἔνθεν διὰ τὴν ξανθότητα τοῦ βρώματος ὑπὸ τῶν ἡλικιωτῶν κατὰ παιδιὰν Ἄδωμος ἐπικληθείς, ἄδωμα γὰρ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦσι, τὴν χώραν οὕτως προσηγόρευσεν· Ἕλληνες γὰρ αὐτὴν ἐπὶ τὸ σεμνότερον Ἰδουμαίαν ὠνόμασαν. Γίνεται δὲ καὶ πατὴρ παίδων πέντε τὸν ἀριθμόν, ὧν Ἰάους μὲν καὶ Ἰόλαμος καὶ Κορῆος ἐκ γυναικὸς μιᾶς Ἀλιβάμης τοὔνομα, τῶν δὲ λοιπῶν Ἀλιφάζης μὲν ἐξ Ἀδάσης, Ῥαουῆλος δὲ ἐκ Βασαμάθης ὑπῆρξαν αὐτῷ γεγονότες. καὶ Ἡσαῦ μὲν οὗτοι παῖδες ἦσαν· Ἀλιφάζῃ δὲ γίνονται γνήσιοι πέντε Θημανὸς Ὄμερος Ὄφους Ἰόθαμος Καναζός· Ἀμαλῆκος γὰρ νόθος ἦν ἐκ παλλακῆς αὐτῷ γεγονὼς Θαμνάης ὄνομα. οὗτοι κατῴκησαν τῆς Ἰδουμαίας τὴν Γοβολῖτιν λεγομένην καὶ τὴν ἀπὸ Ἀμαλήκου κληθεῖσαν Ἀμαληκῖτιν· πολλὴ γὰρ γενομένη ποτὲ ἡ Ἰδουμαία τό τε πάσης αὐτῆς ἀπέσωζεν ὄνομα καὶ τοῖς μέρεσι τὰς ἀπὸ τῶν οἰκητόρων προσηγορίας διεφύλαξεν. Ἰακώβῳ δὲ συνέβη παρελθεῖν εἰς εὐδαιμονίας μέγεθος, οἷον οὐκ ἄλλῳ τινὶ ῥᾳδίως· πλούτῳ τε γὰρ ὑπερέβαλλε τοὺς ἐπιχωρίους καὶ παίδων ἀρεταῖς ζηλωτὸς καὶ περίβλεπτος ἦν· οὐδενὸς γὰρ ὅλως ὑστέρουν, ἀλλὰ καὶ πρὸς ἔργα χειρῶν καὶ πόνων ὑπομονὴν ἦσαν εὔψυχοι καὶ δεινοὶ συνιέναι.