Ancient Greek · ~6 min
103 to 109
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 103-109
Not analysed yet
ἔριά τε τοῖς προειρημένοις ἄνθεσι μεμολυσμένα καὶ λίνου βύσσον λίθους τε τούτοις ἐνδεδεμένους, οὓς χρυσίῳ καθειργνύντες ἄνθρωποι κόσμῳ χρῶνται πολυτελεῖ, θυμιαμάτων τε πλῆθος συνέφερον· ἐκ γὰρ τοιαύτης ὕλης κατεσκεύασε τὴν σκηνήν. ἡ δʼ οὐδὲν μεταφερομένου καὶ συμπερινοστοῦντος ναοῦ διέφερε. τούτων οὖν κατὰ σπουδὴν συγκομισθέντων ἑκάστου καὶ παρὰ δύναμιν φιλοτιμησαμένου, ἀρχιτέκτονας τοῖς ἔργοις ἐφίστησι κατʼ ἐντολὴν τοῦ θεοῦ οὓς καὶ τὸ πλῆθος ἂν ἐπελέξατο τῆς ἐξουσίας ἐπʼ αὐτῷ γενομένης. τὰ δὲ ὀνόματα αὐτῶν, καὶ γὰρ ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται, ταῦτʼ ἦν· Βασάηλος Οὐρὶ παῖς τῆς Ἰούδα φυλῆς, υἱὸς δὲ Μαριάμης τῆς ἀδελφῆς τοῦ στρατηγοῦ, Ἐλίβαζος δὲ Ἰσαμάχου Δανίδος φυλῆς. τὸ δὲ πλῆθος οὕτως ὑπὸ προθυμίας τοῖς ἐγχειρουμένοις ἐπῆλθεν, ὥστε Μωυσῆς ἀνεῖρξεν αὐτοὺς ὑποκηρυξάμενος ἀρκεῖν τοὺς ὄντας· τοῦτο γὰρ οἱ δημιουργοὶ προειρήκεσαν· ἐχώρουν οὖν ἐπὶ τὴν τῆς σκηνῆς κατασκευήν, καὶ Μωυσῆς αὐτοὺς ἕκαστα περὶ τῶν μέτρων κατὰ τὴν ὑποθήκην τοῦ θεοῦ καὶ τοῦ μεγέθους ὅσα τε δεῖ σκεύη χωρεῖν αὐτὴν ἀνεδίδασκε πρὸς τὰς θυσίας ὑπηρετήσοντα. ἐφιλοτιμοῦντο δὲ καὶ γυναῖκες περί τε στολὰς ἱερατικὰς καὶ περὶ τὰ ἄλλα ὅσων ἔχρῃζε τὸ ἔργον κόσμου τε καὶ λειτουργίας ἕνεκα τοῦ θεοῦ. Πάντων δʼ ἐν ἑτοίμῳ γεγενημένων χρυσίου τε καὶ χαλκοῦ καὶ τῶν ὑφαντῶν, προειπὼν ἑορτὴν Μωυσῆς καὶ θυσίας κατὰ τὴν ἑκάστου δύναμιν ἵστη τὴν σκηνήν, πρῶτον μὲν αἴθριον διαμετρησάμενος τὸ μὲν εὖρος πεντήκοντα πηχῶν ἑκατὸν δὲ τὸ μῆκος. κάμακας δὲ ἔστησε χαλκέας πενταπήχεις τὸ ὕψος καθʼ ἑκατέραν πλευρὰν εἴκοσι τῶν ἐπιμηκεστέρων, δέκα δὲ τῶν ἐν πλάτει κειμένων τῆς κατόπιν, κρίκοι δὲ τῶν καμάκων ἑκάστῃ προσῆσαν· κιονόκρανα μὲν ἀργύρεα, βάσεις δὲ χρυσαῖ σαυρωτῆρσιν ἐμφερεῖς, χαλκαῖ δὲ ἦσαν, ἐπὶ τῆς γῆς ἐρηρεισμέναι.