Ancient Greek
103 to 105
Flavius Josephus, Jewish Antiquities 103-2-105
Not analysed yet
καὶ τάδε μὲν αὐτῷ τῶν ἐνταῦθα ἠγωνισμένων παραδείγματα εἶναι τῶν ἀκράτῳ εὐνοίᾳ πρὸς τὸν πατέρα πεπολιτευμένων· τῶν δʼ ἐπὶ Ῥώμης μάρτυρα εἶναι Καίσαρα ἐπίσης τῷ θεῷ ἀπατηθῆναι μὴ οἷόν τε ὄντα. ὧν πίστιν εἶναι τὰ ὑπʼ ἐκείνου γράμματα ἐπεσταλμένα, ὧν οὐ καλῶς ἔχειν ἰσχυροτέρας εἶναι τὰς διαβολὰς τῶν στασιάζειν αὐτοὺς προθεμένων τὰς πλείους ἀποδημίᾳ τῇ αὐτοῦ συντεθῆναι σχολῆς τοῖς ἐχθροῖς ἐγγενομένης, ἣν οὐκ ἂν αὐτοῖς ἐπιδημοῦντος παραγενέσθαι. διαβάλλοντος δὲ καὶ τὰς βασάνους εἰς ψευδολογίαν, ὡς τῆς ἀνάγκης φύσιν ἐχούσης διδάσκειν τοὺς ὑποπεσόντας τὰ πολλὰ ἡδονῇ τῶν ἐφεστηκότων λέγειν,