Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 105-3
Not analysed yet
ἀνέθηκε τῷ θεῷ εἰς Ἱεροσόλυμα, ἃς ὕστερον ὁ τῶν Αἰγυπτίων βασιλεὺς Σούσακος στρατεύσας ἐπὶ τὸν υἱωνὸν αὐτοῦ Ῥοβόαμον ἔλαβε καὶ πολὺν ἄλλον ἐκ τῶν Ἱεροσολύμων ἐξεφόρησε πλοῦτον· ταῦτα μὲν ὅταν ἔλθωμεν ἐπὶ τὸν οἰκεῖον αὐτῶν τόπον δηλώσομεν. ὁ δὲ τῶν Ἑβραίων βασιλεὺς τοῦ θεοῦ συμπνέοντος αὐτῷ καὶ τοὺς πολέμους συγκατορθοῦντος καὶ ταῖς καλλίσταις τῶν Ἀνδραζάρου πόλεων ἐπεστράτευσε Βατταίᾳ καὶ Μάχωνι, καὶ λαβὼν αὐτὰς κατὰ κράτος διήρπασε.