Ancient Greek · ~1 min
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 105-6
Not analysed yet
ὁ δὲ Σαχχίας ἐφʼ ὅσον μὲν ἤκουσε τοῦ προφήτου ταῦτα λέγοντος ἐπείθετο αὐτῷ καὶ συνῄδει πᾶσιν ὡς ἀληθεύουσι καὶ συμφέρον αὐτῷ πεπιστευκέναι· διέφθειρον δὲ πάλιν αὐτὸν οἱ φίλοι καὶ διῆγον ἀπὸ τῶν τοῦ προφήτου πρὸς ἅπερ ἤθελον.