Ancient Greek
105 to 106
Flavius Josephus, Jewish Antiquities 105-7-106
Not analysed yet
πρὸς Οὐιτελλίου δὲ ἐπιπεμφθεισῶν ἐπιστολῶν καὶ τοῦ Καίσαρος ἐπισημήναντος πρὸς αὐτόν, ὡς δῆλα αὐτῷ γένοιτο πρότερον πύστιν περὶ αὐτῶν Ἡρώδου προτεθεικότος, ταραχθεὶς ὁ Οὐιτέλλιος μεγάλως καὶ πεπονθέναι μειζόνως ἢ ἐπέπρακτο ὑπολαμβάνων ἄδηλον τὴν ἐπʼ αὐτοῖς ἔκρυπτεν ὀργήν, μέχρι δὴ καὶ μετῆλθε Γαΐου τὴν Ῥωμαίων ἀρχὴν παρειληφότος. Τότε δὲ καὶ Φίλιππος, Ἡρώδου δὲ ἦν ἀδελφός, τελευτᾷ τὸν βίον εἰκοστῷ μὲν ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, ἡγησάμενος δὲ αὐτὸς ἑπτὰ καὶ τριάκοντα τῆς Τραχωνίτιδος καὶ Γαυλανίτιδος καὶ τοῦ Βατανέων ἔθνους πρὸς αὐταῖς, μέτριον δὲ ἐν οἷς ἦρχεν παρασχὼν τὸν τρόπον καὶ ἀπράγμονα·