Ancient Greek · ~7 min
106 to 112
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 106-2-112
Not analysed yet
τὸν γὰρ στρατόν, ᾧ καταρασόμενον αὐτὸν ἐλθεῖν παρακαλοῦσι, διʼ εὐνοίας εἶναι τῷ θεῷ· συνεβούλευέ τε διὰ ταύτην τὴν αἰτίαν χωρεῖν παρʼ αὐτοὺς τὴν ἔχθραν τὴν πρὸς τοὺς Ἰσραηλίτας καταλυσαμένους. καὶ τοὺς μὲν πρέσβεις ταῦτα εἰπὼν ἀπέλυσε. Μαδιηνῖται δὲ Βαλάκου σφόδρα ἐγκειμένου καὶ δέησιν λιπαρὰν προσφέροντος πάλιν πέμπουσι πρὸς τὸν Βάλαμον. κἀκεῖνος βουλόμενος χαρίζεσθαί τι τοῖς ἀνδράσιν ἀνήρετο τὸν θεόν, ὁ δὲ καὶ τῆς πείρας δυσχεράνας κελεύει μηδὲν ἀντιλέγειν τοῖς πρέσβεσιν. ὁ δʼ οὐχ ὑπολαβὼν ἀπάτῃ ταῦτα τὸν θεὸν κεκελευκέναι συναπῄει τοῖς πρέσβεσι. κατὰ δὲ τὴν ὁδὸν ἀγγέλου θείου προσβαλόντος αὐτῷ κατά τι στενὸν χωρίον περιειλημμένον αἱμασιαῖς διπλαῖς ἡ ὄνος, ἐφʼ ἧς ὁ Βάλαμος ὠχεῖτο, συνεῖσα τοῦ θείου πνεύματος ὑπαντῶντος ἀπέκλινε τὸν Βάλαμον πρὸς τὸν ἕτερον τῶν τριγχῶν ἀναισθήτως ἔχουσα τῶν πληγῶν, ἃς ὁ Βάλαμος ἐπέφερεν αὐτῇ κακοπαθῶν τῇ θλίψει τῇ πρὸς τὸν τριγχόν. ὡς δʼ ἐγκειμένου τοῦ ἀγγέλου ἡ ὄνος τυπτομένη ὤκλασε, κατὰ βούλησιν θεοῦ φωνὴν ἀνθρωπίνην ἀφεῖσα κατεμέμφετο τὸν Βάλαμον ὡς ἄδικον ἐπὶ ταῖς πρότερον διακονίαις μηδὲν ἔχοντα ἐγκαλεῖν αὐτῇ πληγὰς ἐπιφέρειν μὴ συνιείς, ὅτι νῦν κατὰ θεοῦ προαίρεσιν οἷς αὐτὸς ἔσπευσεν ὑπηρετεῖν εἴργεται. ταραττομένου δὲ αὐτοῦ διὰ τὴν τῆς ὄνου φωνὴν ἀνθρωπίνην οὖσαν ἐπιφανεὶς καὶ ὁ ἄγγελος ἐναργὴς ἐνεκάλει τῶν πληγῶν, ὡς οὐχὶ τοῦ κτήνους ὄντος αἰτίου, τὴν δὲ ὁδὸν αὐτοῦ διακωλύοντος παρὰ γνώμην τοῦ θεοῦ γενομένην. καταδείσας δʼ ὁ Βάλαμος οἷός τε ἦν ἀναστρέφειν, ἀλλʼ ὁ θεὸς αὐτὸν χωρεῖν τὴν προκειμένην παρώρμησε προστάξας ὅτιπερ ἂν αὐτὸς κατὰ νοῦν αὐτῷ ποιήσειε τοῦτο σημαίνειν. Καὶ ὁ μὲν ταῦτα τοῦ θεοῦ κελεύσαντος ἥκει πρὸς Βάλακον. δεξαμένου δὲ αὐτὸν τοῦ βασιλέως ἐκπρεπῶς ἠξίου προαχθεὶς ἐπί τι τῶν ὀρῶν σκέψασθαι, πῶς τὸ τῶν Ἑβραίων ἔχοι στρατόπεδον. Βάλακος δʼ αὐτὸς ἀφικνεῖται τὸν μάντιν σὺν βασιλικῇ θεραπείᾳ φιλοτίμως ἀγόμενος εἰς ὄρος, ὅπερ ὑπὲρ κεφαλῆς αὐτῶν ἔκειτο τοῦ στρατοπέδου σταδίους ἀπέχον ἑξήκοντα.