Ancient Greek
106 to 112
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 106-6-112
Not analysed yet
προύκειτο δʼ αὐτῷ μετὰ τὴν θεραπείαν πολεμεῖν τοῖς Σύροις. Ἐλισσαῖος δʼ ὁ προφήτης ἕνα τῶν αὑτοῦ μαθητῶν δοὺς αὐτῷ τὸ ἅγιον ἔλαιον ἔπεμψεν εἰς Ἀραμώθα χρίσοντα τὸν Ἰηοῦν καὶ φράσοντα, ὅτι τὸ θεῖον αὐτὸν ᾕρηται βασιλέα· ἄλλα τε πρὸς τούτοις εἰπεῖν ἐπιστείλας ἐκέλευε τρόπῳ φυγῆς ποιήσασθαι τὴν πορείαν, ὅπως λάθῃ πάντας ἐκεῖθεν ἀπιών. ὁ δὲ γενόμενος ἐν τῇ πόλει τὸν μὲν Ἰηοῦν εὑρίσκει καθεζόμενον μετὰ τῶν τῆς στρατιᾶς ἡγεμόνων μέσον αὐτῶν καθὼς Ἐλισσαῖος αὐτῷ προεῖπε, προσελθὼν δὲ ἔφη βούλεσθαι περί τινων αὐτῷ διαλεχθῆναι. τοῦ δὲ ἀναστάντος καὶ ἀκολουθήσαντος εἰς τὸ ταμιεῖον λαβὼν ὁ νεανίσκος τὸ ἔλαιον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς καὶ τὸν θεὸν ἔφη βασιλέα χειροτονεῖν αὐτὸν ἐπʼ ὀλέθρῳ τοῦ γένους τοῦ Ἀχάβου, καὶ ὅπως ἐκδικήσῃ τὸ αἷμα τῶν προφητῶν τῶν ὑπὸ Ἰεζαβέλας παρανόμως ἀποθανόντων, ἵνʼ ὁ τούτων οἶκος τὸν αὐτὸν τρόπον ὅνπερ Ἱεροβάμου τοῦ Ναβαταίου παιδὸς καὶ Βασὰ πρόρριζος διὰ τὴν ἀσέβειαν αὐτῶν ἀφανισθῇ καὶ μηδὲν ὑπολειφθῇ σπέρμα τῆς Ἀχάβου γενεᾶς. καὶ ὁ μὲν ταῦτʼ εἰπὼν ἐξεπήδησεν ἐκ τοῦ ταμιείου σπουδάζων μηδενὶ τῶν ἐπὶ τῆς στρατιᾶς ὁραθῆναι. Ὁ δὲ Ἰηοῦς προελθὼν ἧκεν ἐπὶ τὸν τόπον ἔνθα μετὰ τῶν ἡγεμόνων ἐκαθέζετο. πυνθανομένων δὲ καὶ φράζειν αὐτοῖς παρακαλούντων τί πρὸς αὐτὸν ἀφίκοιτο ὁ νεανίσκος καὶ προσέτι μαίνεσθαι λεγόντων αὐτόν, ἀλλʼ ὀρθῶς γε εἰκάσατε, εἶπε, καὶ γὰρ τοὺς λόγους μεμηνότος ἐποιήσατο. σπουδαζόντων δʼ ἀκοῦσαι καὶ δεομένων ἔφη τὸν θεὸν αὐτὸν ᾑρῆσθαι βασιλέα τοῦ πλήθους εἰρηκέναι. ταῦτʼ εἰπόντος ἕκαστος περιδύων αὑτὸν ὑπεστρώννυεν αὐτῷ τὸ ἱμάτιον καὶ σαλπίζοντες τοῖς κέρασιν ἐσήμαινον Ἰηοῦν εἶναι βασιλέα. ὁ δὲ ἀθροίσας τὴν στρατιὰν ἔμελλεν ἐξορμᾶν ἐπὶ Ἰώραμον εἰς Ἰεζέρελαν πόλιν, ἐν ᾗ καθὼς προεῖπον ἐθεραπεύετο τὴν πληγήν, ἣν ἔλαβε πρὸς τῇ Ἀραμώθα πολιορκίᾳ. ἔτυχε δὲ καὶ ὁ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς Ὀχοζίας ἀφιγμένος πρὸς τὸν Ἰώραμον· υἱὸς γὰρ ἦν αὐτοῦ τῆς ἀδελφῆς ὡς καὶ προειρήκαμεν· ἐπισκέψασθαι δὲ πῶς ἐκ τοῦ τραύματος ἔχοι διὰ τὴν συγγένειαν ἐληλύθει.