Ancient Greek
107 to 111
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 107-5-111
Not analysed yet
καὶ διὰ τὸ μὴ ταὐτὸν αὐτοὺς ἑκατέρους λέγειν καὶ περὶ ὧν συμφωνεῖν ἐδόκουν ὡς οὐδʼ ἐκεῖνα ἀληθῆ λέγουσι καταγνούς· καίτοι πάντʼ αὐτῷ κατὰ τὰς προφητείας ἀπήντησεν, ἅπερ εὐκαιρότερον δηλώσομεν. Τὴν συμμαχίαν δὲ τὴν πρὸς τοὺς Βαβυλωνίους ἐπʼ ἔτη ὀκτὼ κατασχὼν διέλυσε τὰς πρὸς αὐτοὺς πίστεις καὶ τοῖς Αἰγυπτίοις προστίθεται καταλύσειν τοὺς Βαβυλωνίους ἐλπίσας, αἳ μετʼ ἐκείνων ἐγένοντο. μαθὼν δὲ τοῦτο ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἐστράτευσεν ἐπʼ αὐτὸν καὶ τὴν χώραν κακώσας αὐτοῦ καὶ τὰ φρούρια λαβὼν ἐπʼ αὐτὴν ἧκε τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν πολιορκήσων αὐτήν. ὁ δʼ Αἰγύπτιος ἀκούσας ἐν οἷς ἐστιν ὁ σύμμαχος αὐτοῦ Σαχχίας ἀναλαβὼν πολλὴν δύναμιν ἧκεν εἰς τὴν Ἰουδαίαν ὡς λύσων τὴν πολιορκίαν. ὁ δὲ Βαβυλώνιος ἀφίσταται τῶν Ἱεροσολύμων, ἀπαντήσας δὲ τοῖς Αἰγυπτίοις καὶ συμβαλὼν αὐτοῖς τῇ μάχῃ νικᾷ καὶ τρεψάμενος αὐτοὺς εἰς φυγὴν ἐξ ὅλης διώκει τῆς Συρίας. ὡς δʼ ἀνεχώρησεν ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἀπὸ τῶν Ἱεροσολύμων, ἐξηπάτησαν οἱ ψευδοπροφῆται τὸν Σαχχίαν λέγοντες οὔτε τὸν Βαβυλώνιον ἔτι αὐτὸν πολεμήσειν καὶ τοὺς ὁμοφύλους, οὓς ἀναστήσειεν ἐκ τῆς οἰκείας εἰς τὴν Βαβυλῶνα, μετὰ πάντων ἀνήξειν τῶν τοῦ ναοῦ σκευῶν, ὧν ἐσύλησεν ὁ βασιλεὺς ἐκ τοῦ νεώ.