Ancient Greek
107 to 109
Flavius Josephus, Jewish Antiquities 107-7-109
Not analysed yet
μάλιστα δὲ τὴν ἀρετὴν ἐπιπολὺ ἐξηγεῖτο τοῦ βασιλέως, ᾗ περί τε τροφὰς καὶ παιδεύματα χρησάμενος τῶν υἱέων οὐδαμόθεν εὕροιτο ὀνησιφόρον αὐτὴν περιπταίων ἑτέροις ἀφʼ ἑτέρων. καίτοι γε οὐχ οὕτως θαυμάζειν τῶν προτέρων τὴν ἀβουλίαν, νεωτέρους γὰρ καὶ κακίᾳ συμβούλων διεφθαρμένους ἀπαλεῖψαι τὰ τῆς φύσεως δικαιώματα ἀρχῆς θᾶσσον ἢ χρῆν μεταποιεῖσθαι σπουδάσαντας, Ἀντιπάτρου δʼ ἂν δικαίως τὴν μανίαν καταπλαγῆναι μὴ μόνον οἷς ὑπὸ τοῦ πατρὸς εὐεργετηθείη τὸν λογισμὸν ὥσπερ τὰ ἰοβολώτατα τῶν ἑρπετῶν μὴ μαλαχθέντος, καίτοι γε κἀκείνοις τινὸς ἐγγινομένης μαλακίας τοῦ ἀδικεῖν τοὺς εὐεργέτας, ἀλλὰ μηδὲ τὰς τύχας τῶν ἀδελφῶν πρὸς τὸ οὐ μιμητὴν αὐτῶν καταστῆναι τῆς ὠμότητος ἐμποδὼν στάντος.