Ancient Greek · ~2 min
109 to 110
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 109-2-110
Not analysed yet
ταῦτα ἐπιθειάσας πρὸς τὸν θεὸν ἀπέστρεψεν εἰς τὸ πλῆθος τοὺς λόγους ἐμφανίζων τοῦ θεοῦ τὴν δύναμιν αὐτοῖς καὶ τὴν πρόνοιαν, ὅτι Δαυίδῃ τῷ πατρὶ περὶ τῶν μελλόντων ἅπαντα καθὼς ἀποβέβηκεν ἤδη τὰ πολλὰ καὶ γενήσεται τὰ λείποντα δηλώσειε, καὶ ὡς αὐτὸς ἐπιθείη τὸ ὄνομα μήπω γεγεννημένῳ καὶ τίς μέλλοι καλεῖσθαι προείποι καὶ ὅτι τὸν ναὸν οὗτος οἰκοδομήσει αὐτῷ βασιλεὺς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν γενόμενος· ἃ βλέποντας κατὰ τὴν ἐκείνου προφητείαν ἐπιτελῆ τὸν θεὸν εὐλογεῖν ἠξίου καὶ περὶ μηδενὸς ἀπογινώσκειν ὧν ὑπέσχηται πρὸς εὐδαιμονίαν ὡς οὐκ ἐσομένου πιστεύοντας ἐκ τῶν ἤδη βλεπομένων.