Ancient Greek
11 to 13
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 11-2-13
Not analysed yet
ἔπειτα βαλόντας εἰς γλωσσόκομον αὐτοὺς καὶ θέντας ἐπὶ τὴν κιβωτὸν ἅμαξαν αὐτῇ καινὴν κατασκευάσαι, καὶ βόας ὑποζεύξαντας ἀρτιτόκους τὰς μὲν πόρτις ἐγκλεῖσαι καὶ κατασχεῖν, μὴ ταῖς μητράσιν ἐμποδὼν ἑπόμεναι γένωνται, πόθῳ δʼ αὐτῶν ὀξυτέραν ποιῶνται τὴν πορείαν· ἐκείνας δʼ ἐξελάσαντας τὴν κιβωτὸν φερούσας ἐπὶ τριόδου καταλιπεῖν αὐταῖς ἐπιτρέψαντας ἣν βούλονται τῶν ὁδῶν ἀπελθεῖν· κἂν μὲν τὴν Ἑβραίων ἀπίωσι καὶ τὴν τούτων χώραν ἀναβαίνωσιν, ὑπολαμβάνειν τὴν κιβωτὸν αἰτίαν τῶν κακῶν, ἂν δὲ ἄλλην τράπωνται, μεταδιώξωμεν αὐτὴν, ἔφασαν, μαθόντες ὅτι μηδεμίαν ἰσχὺν τοιαύτην ἔχει. Ἔκριναν δʼ αὐτὰ καλῶς εἰρῆσθαι καὶ τοῖς ἔργοις εὐθὺς τὴν γνώμην ἐκύρωσαν. καὶ ποιήσαντες μὲν τὰ προειρημένα προάγουσιν ἐπὶ τὴν τρίοδον καὶ καταλιπόντες ἀνεχώρησαν, τῶν δὲ βοῶν τὴν ὀρθὴν ὁδὸν ὥσπερ ἡγουμένου τινὸς αὐταῖς ἀπιουσῶν ἠκολούθουν οἱ τῶν Παλαιστίνων ἄρχοντες, ποῦ ποτε στήσονται καὶ πρὸς τίνας ἥξουσι βουλόμενοι μαθεῖν.