Ancient Greek
110 to 118
Flavius Josephus, Jewish Antiquities 110-4-118
Not analysed yet
μὴ πείθων δέ, μᾶλλον γὰρ ἐπέκειντο βλασφημοῦντες, κελεύει τὸ στράτευμα πᾶν τὰς πανοπλίας ἀναλαβὸν ἥκειν εἰς τὴν Ἀντωνίαν, φρούριον δʼ ἦν τοῦτο, καθάπερ καὶ πρότερον εἴπομεν, ἐπικείμενον τῷ ἱερῷ. παραγενομένους δὲ τοὺς στρατιώτας θεασάμενον τὸ πλῆθος καὶ φοβηθὲν φεύγειν ὥρμησεν, τῶν δʼ ἐξόδων στενῶν οὐσῶν διώκεσθαι νομίζοντες ὑπὸ τῶν πολεμίων καὶ συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὺς ἀλλήλοις ἐν τοῖς στενοῖς θλιβόμενοι διέφθειρον. δύο γοῦν μυριάδες ἐξηριθμήθησαν τῶν κατὰ τὴν στάσιν ἐκείνην φθαρέντων. πένθος δʼ ἦν τὸ λοιπὸν ἀντὶ τῆς ἑορτῆς, καὶ πάντες ἐκλαθόμενοι τῶν εὐχῶν καὶ τῶν θυσιῶν ἐπὶ θρήνους καὶ κλαυθμοὺς ἐτράποντο. τοιαῦτα μὲν ἑνὸς ἀσέλγεια στρατιώτου παθήματα γενέσθαι παρεσκεύασεν. Οὔπω δʼ αὐτῶν τὸ πρῶτον πένθος ἐπέπαυτο καὶ κακὸν ἄλλο προσέπιπτεν· τῶν γὰρ ἀφεστώτων ἐπὶ νεωτερισμῷ τινες κατὰ τὴν δημοσίαν ὁδὸν ὡς ἑκατὸν σταδίων ἄπωθεν τῆς πόλεως Στέφανον Καίσαρος δοῦλον ὁδοιποροῦντα λῃστεύσαντες ἅπασαν αὐτοῦ τὴν κτῆσιν διαρπάζουσιν. ἀκούσας δὲ τὸ πραχθὲν ὁ Κουμανὸς εὐθὺς πέμπει στρατιώτας, κελεύσας αὐτοῖς τὰς πλησίον κώμας διαρπάσαι, τοὺς δʼ ἐπιφανεστάτους αὐτῶν δήσαντας ἐπʼ αὐτὸν ἄγειν. τῆς δὲ πορθήσεως γενομένης τῶν στρατιωτῶν τις τοὺς Μωυσέως νόμους ἔν τινι κώμῃ λαβὼν κειμένους προκομίσας εἰς τὴν πάντων ὄψιν διέσχισεν ἐπιβλασφημῶν καὶ πολλὰ κατακερτομῶν. Ἰουδαῖοι δὲ ταῦτα ἀκούσαντες καὶ πολλοὶ συνδραμόντες καταβαίνουσιν εἰς Καισάρειαν, ἐκεῖ γὰρ ἐτύγχανεν ὁ Κουμανὸς ὤν, ἱκετεύοντες μὴ αὐτοὺς ἀλλὰ τὸν θεὸν οὗπερ οἱ νόμοι καθυβρίσθησαν ἐκδικῆσαι· ζῆν γὰρ οὐχ ὑπομένειν τῶν πατρίων αὐτοῖς οὕτως περιυβρισμένων. καὶ Κουμανὸς δείσας, μὴ πάλιν νεωτερίσειεν τὸ πλῆθος, συμβουλευσάντων καὶ τῶν φίλων τὸν ἐνυβρίσαντα τοῖς νόμοις στρατιώτην πελεκίσας ἔπαυσεν τὴν στάσιν ἐκ δευτέρου μέλλουσαν ἐξάπτεσθαι. Γίνεται δὲ καὶ Σαμαρείταις πρὸς Ἰουδαίους ἔχθρα διʼ αἰτίαν τοιαύτην· ἔθος ἦν τοῖς Γαλιλαίοις ἐν ταῖς ἑορταῖς εἰς τὴν ἱερὰν πόλιν παραγινομένοις ὁδεύειν διὰ τῆς Σαμαρέων χώρας. καὶ τότε καθʼ ὁδὸν αὐτοῖς κώμης Γιναῆς λεγομένης τῆς ἐν μεθορίῳ κειμένης Σαμαρείας τε καὶ τοῦ μεγάλου πεδίου τινὲς συνάψαντες μάχην πολλοὺς αὐτῶν ἀναιροῦσιν.