Ancient Greek · ~2 min
113 to 114
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 113-3-114
Not analysed yet
κἀκεῖθεν ἀνερπύσαντες μετὰ πολλῆς ταλαιπωρίας ἐβιάσαντο τὴν τοῦ χωρίου φύσιν ἀνελθεῖν ἐπὶ τοὺς πολεμίους, ἐπιπεσόντες δʼ αὐτοῖς κοιμωμένοις ἀποκτείνουσι μὲν ὡς εἴκοσι, ταραχῆς δὲ καὶ ἐκπλήξεως αὐτοὺς ἐγέμισαν, ὡς τινὰς μὲν φυγεῖν τὰς πανοπλίας ἀπορρίψαντας, οἱ δὲ πολλοὶ μὴ γνωρίζοντες ἑαυτοὺς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν εἶναι πολεμίους ὑπονοοῦντες ἀλλήλους, καὶ γὰρ εἴκαζον ἀναβῆναι πρὸς αὐτοὺς τῶν Ἑβραίων οὐ δύο μόνους, εἰς μάχην ἐτράποντο. καὶ οἱ μὲν αὐτῶν ἀπέθνησκον κτεινόμενοι, τινὲς δὲ φεύγοντες κατὰ τῶν πετρῶν ὠθούμενοι κατεκρημνίζοντο.