Ancient Greek · ~6 min
113 to 118
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 113-7-118
Not analysed yet
παύσουσι δʼ ἡμᾶς τότε τῆς ὑπʼ αὐτοῖς δουλείας Πέρσαι τε καὶ Μῆδοι καταλύσαντες Βαβυλωνίους, ἀφʼ ὧν εἰς τήνδε ἀπολυθέντες οἰκοδομήσομεν τὸν ναὸν πάλιν καὶ τὰ Ἱεροσόλυμα καταστήσομεν. ταῦτα λέγων ὁ Ἱερεμίας ὑπὸ μὲν τῶν πλειόνων ἐπιστεύετο, οἱ δὲ ἡγεμόνες καὶ οἱ ἀσεβεῖς ὡς ἐξεστηκότα τῶν φρενῶν αὐτὸν οὕτως ἐξεφαύλιζον. δόξαν δὲ αὐτῷ που καὶ εἰς τὴν πατρίδα παραγενέσθαι λεγομένην Ἀναθὼθ σταδίους δʼ ἀπέχουσαν τῶν Ἱεροσολύμων εἴκοσι, συντυχὼν κατὰ τὴν ὁδὸν τῶν ἀρχόντων τις συλλαβὼν κατέσχε συκοφαντῶν ὡς πρὸς τοὺς Βαβυλωνίους αὐτομολοῦντα. ὁ δὲ ψευδῆ μὲν ἐκεῖνον ἔλεγεν αἰτίαν ἐπιφέρειν αὐτῷ, βαδίζειν δʼ αὑτὸν ἔφασκεν εἰς τὴν πατρίδα. ὁ δʼ οὐ πεισθεὶς ἀλλὰ λαβὼν αὐτὸν ἤγαγεν εἰς δίκην πρὸς τοὺς ἄρχοντας, ὑφʼ ὧν πᾶσαν αἰκίαν καὶ βασάνους ὑπομείνας ἐφυλάττετο πρὸς τιμωρίαν. καὶ χρόνον μέν τινα διῆγεν οὕτως ἀδίκως πάσχων τὰ προειρημένα. Ἔτει δʼ ἐνάτῳ τῆς Σαχχίου βασιλείας καὶ ἡμέρᾳ δεκάτῃ τοῦ δεκάτου μηνὸς στρατεύει τὸ δεύτερον ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἐπὶ τὰ Ἱεροσόλυμα καὶ προσκαθίσας αὐτῇ μῆνας ὀκτωκαίδεκα μετὰ πάσης πολιορκεῖ φιλοτιμίας. συνεπέθετο δὲ εἰς ταὐτὸ πολιορκουμένοις τοῖς Ἱεροσολύμοις δύο τὰ μέγιστα τῶν παθῶν, λιμὸς καὶ φθορὰ λοιμικὴ ἐνσκήψαντα σφοδρῶς. ἐν δὲ τῇ εἱρκτῇ τυγχάνων ὁ προφήτης Ἱερεμίας οὐχ ἡσύχαζεν, ἀλλʼ ἐκεκράγει καὶ ἐκήρυσσε παραινῶν τῷ πλήθει δέξασθαι τὸν Βαβυλώνιον ἀνοίξαντας τὰς πύλας· σωθήσεσθαι γὰρ αὐτοὺς πανοικὶ τοῦτο πράξαντας, εἰ δὲ μή, διαφθαρήσεσθαι. προύλεγεν δʼ ὡς εἰ μὲν ἐπιμένοι τις ἐν τῇ πόλει πάντως ἀπολεῖται θατέρῳ ἢ λιμῷ δαπανηθεὶς ἢ σιδήρῳ τῷ τῶν πολεμίων, εἰ δὲ φύγοι πρὸς τοὺς πολεμίους, διαδράσεται τὸν θάνατον.