Ancient Greek
115 to 121
Flavius Josephus, Jewish Antiquities 115-6-121
Not analysed yet
ὅσα τε γὰρ ἐκελεύσθησαν ἐκ τῶν φόρων ὑπὸ τοῦ βασιλέως εἰς τὰς θυσίας τελεῖν τοῖς Ἰουδαίοις παρέχειν οὐκ ἤθελον τούς τε ἐπάρχους σπουδάζοντας αὐτοῖς πρὸς τοῦτο καὶ συνεργοῦντας εἶχον, ἄλλα τε ὅσα βλάπτειν ἢ διʼ ἑαυτῶν ἢ διʼ ἑτέρων ἠδύναντο τοὺς Ἰουδαίους οὐκ ἀπώκνουν. ἔδοξεν οὖν πρεσβευσαμένοις τοῖς Ἱεροσολυμίταις πρὸς τὸν βασιλέα Δαρεῖον κατηγορῆσαι τῶν Σαμαρειτῶν, καὶ πρεσβεύουσιν Ζοροβάβηλος καὶ ἄλλοι τῶν ἀρχόντων τέσσαρες. ὡς δὲ τὰ ἐγκλήματα καὶ τὰς αἰτίας, ἃς κατὰ τῶν Σαμαρέων ἐπέφερον, ἔγνω παρὰ τῶν πρέσβεων ὁ βασιλεύς, δοὺς αὐτοῖς κομίζειν ἐπιστολὴν πρὸς τοὺς ἐπάρχους τῆς Σαμαρείας καὶ τὴν βουλὴν ἀπέπεμψεν. τὰ δὲ γεγραμμένα ἦν τοιάδε· βασιλεὺς Δαρεῖος Ταγανᾷ καὶ Σαμβᾷ τοῖς ἐπάρχοις καὶ Σαμαρειτῶν Σαδράκῃ καὶ Βουήδωνι καὶ τοῖς λοιποῖς συνδούλοις αὐτῶν τοῖς ἐν Σαμαρείᾳ. Ζοροβάβηλος καὶ Ἀνανίας καὶ Μαρδοχαῖος Ἰουδαίων πρεσβευταὶ ᾐτιῶντο ὑμᾶς ὡς ἐνοχλοῦντας αὐτοῖς πρὸς τὴν οἰκοδομίαν τοῦ ναοῦ καὶ μὴ χορηγοῦντας ἃ προσέταξα ὑμῖν εἰς τὰς θυσίας τελεῖν αὐτοῖς ἀναλώματα. βούλομαι οὖν ὑμᾶς ἀναγνόντας τὴν ἐπιστολὴν χορηγεῖν αὐτοῖς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακείου τῶν φόρων τῆς Σαμαρείας πάνθʼ ὅσα πρὸς θυσίας ἐστὶν αὐτοῖς χρήσιμα, καθὼς οἱ ἱερεῖς ἀξιοῦσιν, ἵνα μὴ διαλείπωσιν καθʼ ἡμέραν θύοντες μηδʼ ὑπὲρ ἐμοῦ καὶ Περσῶν εὐχόμενοι τῷ θεῷ. καὶ ἡ μὲν ἐπιστολὴ ταῦτα περιεῖχεν. Δαρείου δὲ τελευτήσαντος παραλαβὼν τὴν βασιλείαν ὁ παῖς αὐτοῦ Ξέρξης ἐκληρονόμησεν αὐτοῦ καὶ τὴν πρὸς τὸν θεὸν εὐσέβειάν τε καὶ τιμήν· ἅπαντα γὰρ ἀκολούθως τῷ πατρὶ τὰ πρὸς τὴν θρησκείαν ἐποίησεν καὶ πρὸς τοὺς Ἰουδαίους ἔσχεν φιλοτιμότατα. κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν ἀρχιερεὺς ἦν Ἰησοῦ παῖς Ἰωάκειμος ὄνομα. ὑπῆρχεν δὲ καὶ ἐν Βαβυλῶνι δίκαιος ἀνὴρ καὶ δόξης ἀπολαύων ἀγαθῆς παρὰ τῷ πλήθει πρῶτος ἱερεὺς τοῦ θεοῦ καλούμενος Ἔζδρας, ὃς τῶν Μωυσέως νόμων ἱκανῶς ἔμπειρος ὢν γίνεται φίλος τῷ βασιλεῖ Ξέρξῃ.