Ancient Greek · ~1 min
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 116-4
Not analysed yet
ταῦτα διαταξαμένου τοῦ βασιλέως ὁ μὲν Σιβὰς προσκυνήσας καὶ πάντα ποιήσειν εἰπὼν ἀνεχώρησεν, ὁ δὲ Ἰωνάθου παῖς ἐν Ἱεροσολύμοις κατῴκει συνεστιώμενος τῷ βασιλεῖ καὶ πάσης ὡς υἱὸς αὐτοῦ θεραπείας τυγχάνων· ἐγένετο δʼ αὐτῷ καὶ παῖς, ὃν Μίχανον προσηγόρευσε.