Ancient Greek
117 to 122
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 117-3-122
Not analysed yet
βουλόμενος γὰρ αὑτῷ τε τιμωρῆσαι καὶ δίκην ἀπολαβεῖν παρὰ τῶν Παλαιστίνων ἐπαρᾶται τοῖς Ἑβραίοις, ἵνʼ εἴ τις ἀποσχόμενος τοῦ φονεύειν τοὺς ἐχθροὺς φάγοι καὶ μὴ μέχρι νὺξ ἐπελθοῦσα τῆς ἀναιρέσεως καὶ τῆς διώξεως αὐτοὺς παύσει τῶν πολεμίων, οὗτος ἐπάρατος ᾖ. τοῦ δὲ Σαούλου τοῦτο φήσαντος, ἐπεὶ κατά τινα δρυμὸν ἐγένοντο βαθὺν καὶ μελισσῶν γέμοντα τῆς Ἐφράμου κληρουχίας, ὁ τοῦ Σαούλου παῖς οὐκ ἐπακηκοὼς τῆς τοῦ πατρὸς ἀρᾶς οὐδὲ τῆς ἐπʼ αὐτῇ τοῦ πλήθους ὁμολογίας ἀποθλίψας τι κηρίον τοῦ μέλιτος ἤσθιε. μεταξὺ δὲ γνοὺς, ὅτι μετὰ δεινῆς ἀρᾶς ὁ πατὴρ ἀπεῖπε μὴ γεύσασθαί τινα πρὸ ἡλίου δυσμῶν, ἐσθίων μὲν ἐπαύσατο, ἔφη δὲ οὐκ ὀρθῶς κωλῦσαι τὸν πατέρα· μετὰ μείζονος γὰρ ἰσχύος ἂν καὶ προθυμίας διώκοντας, εἰ τροφῆς μετελάμβανον, πολλῷ πλείονας τῶν ἐχθρῶν καὶ λαβεῖν καὶ φονεῦσαι. Πολλὰς γοῦν κατακόψαντες μυριάδας τῶν Παλαιστίνων δείλης ὀψίας ἐπὶ διαρπαγὴν τοῦ στρατοπέδου τῶν Παλαιστίνων τρέπονται, καὶ λείαν πολλὴν καὶ βοσκήματα λαβόντες κατασφάζουσι καὶ ταῦτʼ ἔναιμα κατήσθιον. ἀπαγγέλλεται δὲ τῷ βασιλεῖ ὑπὸ τῶν γραμματέων, ὅτι τὸ πλῆθος εἰς τὸν θεὸν ἐξαμαρτάνει θῦσαν καὶ πρὶν ἢ τὸ αἷμα καλῶς ἀποπλῦναι καὶ τὰς σάρκας ποιῆσαι καθαρὰς ἐσθίον. καὶ Σαοῦλος κελεύει κυλισθῆναι λίθον μέγαν εἰς μέσον καὶ κηρύσσει θύειν ἐπʼ αὐτοῦ τὸν ὄχλον τὰ ἱερεῖα καὶ τὰ κρέα μὴ σὺν τῷ αἵματι δαίνυσθαι· τοῦτο γὰρ οὐκ εἶναι τῷ θεῷ κεχαρισμένον. τοῦτο δὲ πάντων κατὰ τὴν πρόσταξιν τοῦ βασιλέως ποιησάντων ἵστησιν ἐκεῖ βωμὸν ὁ Σαοῦλος καὶ ὡλοκαύτωσεν ἐπʼ αὐτοῦ ἐκεῖ τῷ θεῷ. τοῦτον πρῶτον βωμὸν κατεσκεύασεν. Ἄγειν δʼ εὐθὺς τὴν στρατιὰν ἐπὶ τὴν παρεμβολὴν τῶν πολεμίων ἐπὶ τὴν διαρπαγὴν τῶν ἐν αὐτῇ βουλόμενος πρὶν ἡμέρας καὶ τῶν στρατιωτῶν οὐκ ὀκνούντων ἕπεσθαι, πολλὴν δʼ εἰς ἃ προστάττει προθυμίαν ἐνδεικνυμένων, καλέσας ὁ βασιλεὺς Ἀχίτωβον τὸν ἀρχιερέα κελεύει αὐτὸν γνῶναι, εἰ δίδωσιν αὐτοῖς ὁ θεὸς καὶ συγχωρεῖ βαδίσασιν ἐπὶ τὸ στρατόπεδον τῶν ἐχθρῶν διαφθεῖραι τοὺς ἐν αὐτῷ τυγχάνοντας.