Ancient Greek · ~3 min
118 to 120
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 118-120
Not analysed yet
οἱ δὲ τῶν Ἀμμανιτῶν ἄρχοντες κακοήθως ἀλλʼ οὐ κατὰ τὸν Δαυίδου τρόπον ταῦτʼ ἐδέξαντο, καὶ παρώτρυναν τὸν βασιλέα λέγοντες κατασκόπους πεπομφέναι τῆς χώρας Δαυίδην καὶ τῆς αὑτῶν δυνάμεως ἐπὶ προφάσει φιλανθρωπίας, φυλάττεσθαί τε συνεβούλευον καὶ μὴ προσέχειν τοῖς λόγοις αὐτοῦ, μὴ καὶ σφαλεὶς ἀπαρηγορήτῳ συμφορᾷ περιπέσῃ. ταῦτʼ οὖν δόξας πιθανώτερα λέγειν τοὺς ἄρχοντας ἢ τἀληθὲς εἶχεν ὁ τῶν Ἀμμανιτῶν βασιλεὺς Ἀννὼν τοὺς παρὰ τοῦ Δαυίδου πεμφθέντας πρέσβεις χαλεπῶς περιύβρισε· ξυρήσας γὰρ αὐτῶν τὰ ἡμίση τῶν γενείων καὶ τὰ ἡμίση τῶν ἱματίων περιτεμὼν ἔργοις ἀπέλυσε κομίζοντας οὐ λόγοις τὰς ἀποκρίσεις. ἰδὼν δὲ ταῦθʼ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς ἠγανάκτησε καὶ δῆλος ἦν οὐ περιοψόμενος τὴν ὕβριν καὶ τὸν προπηλακισμόν, ἀλλὰ πολεμήσων τοῖς Ἀμμανίταις καὶ τιμωρίαν αὐτῶν τῆς παρανομίας τῆς πρὸς τοὺς πρεσβευτὰς εἰσπραξόμενος τὸν βασιλέα.