Ancient Greek · ~7 min
120 to 126
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 120-2-126
Not analysed yet
Μετὰ δὲ τὴν τούτων τελευτὴν Φινεέσης προφητεύει κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἐπʼ ἐξωλείᾳ τοῦ Χαναναίων γένους τῇ Ἰούδα φυλῇ παρασχεῖν τὴν ἡγεμονίαν· καὶ γὰρ τῷ λαῷ διὰ σπουδῆς ἦν μαθεῖν τί καὶ τῷ θεῷ δοκεῖ. καὶ προσλαβοῦσα τὴν Σεμεωνίδα, ἐφʼ ᾧτε ἐξαιρεθέντων τῶν ἐκείνης ὑποτελῶν καὶ τοὺς ἐν αὐτῇ τῇ κληρουχίᾳ τοῦτο ποιῶσιν Χαναναῖοι δʼ ἀκμαζόντων αὐτοῖς κατʼ ἐκεῖνον τὸν καιρὸν τῶν πραγμάτων στρατῷ μεγάλῳ κατὰ Ζεβέκην αὐτοὺς ὑπέμενον τῷ βασιλεῖ τῶν Ζεβεκηνῶν Ἀδωνιζεβέκῳ τὴν ἡγεμονίαν ἐπιτρέψαντες· τὸ δὲ ὄνομα τοῦτο σημαίνει Ζεβεκηνῶν κύριος· ἀδωνὶ γὰρ τῇ Ἑβραίων διαλέκτῳ κύριος γίνεται· ἤλπιζόν τε κρατήσειν τῶν Ἰσραηλιτῶν διὰ τὸ τεθνάναι Ἰησοῦν. συμμίξαντες δὲ αὐτοῖς Ἰσραηλῖται ταῖς δυσὶ φυλαῖς αἷς προεῖπον ἐμαχέσαντο λαμπρῶς καὶ κτείνουσι μὲν αὐτῶν ὑπὲρ μυρίους, τρεψάμενοι δὲ τὸ λοιπὸν καὶ διώκοντες αἱροῦσι τὸν Ἀδωνιζέβεκον, ὃς ἀκρωτηριασθεὶς ὑπʼ αὐτῶν φησιν, ἀλλʼ οὐκ εἰς τὸ πᾶν ἄρα λήσεσθαι θεὸν ἔμελλον τάδε πεπονθώς, ἃ κατὰ δυοῖν καὶ ἑβδομήκοντα βασιλέων πρᾶξαι πρότερον οὐκ ἐνετράπην. καὶ ζῶντα μὲν κομίζουσιν ἕως Ἱεροσολύμων, τελευτήσαντα δὲ γῇ θάπτουσι. καὶ διεξῄεσαν αἱροῦντες τὰς πόλεις, πλείστας τε λαβόντες ἐπολιόρκουν Ἱεροσόλυμα· καὶ τὴν μὲν κάτω λαβόντες σὺν χρόνῳ πάντας ἔκτεινον τοὺς ἐνοικοῦντας, χαλεπὴ δʼ ἦν ἡ καθύπερθεν αὐτοῖς αἱρεθῆναι τειχῶν ὀχυρότητι καὶ φύσει τοῦ χωρίου. Ὅθεν μετεστρατοπέδευσαν εἰς Νεβρῶνα καὶ ταύτην ἑλόντες κτείνουσι πάντας· ὑπελείπετο δὲ τῶν γιγάντων ἔτι γένος, οἳ διὰ σωμάτων μεγέθη καὶ μορφὰς οὐδὲν τοῖς ἄλλοις ἀνθρώποις παραπλησίας παράδοξον ἦσαν θέαμα καὶ δεινὸν ἄκουσμα. δείκνυται δὲ καὶ νῦν ἔτι τούτων ὀστᾶ μηδὲν τοῖς ὑπὸ πύστιν ἐρχομένοις ἐοικότα. καὶ τοῦτο μὲν τοῖς Λευίταις ἐξαίρετον γέρας ἔδοσαν μετὰ καὶ τῶν δισχιλίων πηχῶν, τὴν δὲ γῆν Χαλέβῳ δωρεὰν ἔδοσαν κατὰ Μωυσέος ἐντολάς· οὗτος δʼ ἦν τῶν κατασκόπων εἷς ὧν ἔπεμψε Μωυσῆς εἰς τὴν Χαναναίαν.