Ancient Greek
122 to 127
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 122-3-127
Not analysed yet
Οὐ κατεπλάγη δὲ τὴν συμμαχίαν καὶ τὴν τῶν Ἀμμανιτῶν δύναμιν ὁ Δαυίδης, τῷ δὲ θεῷ πεποιθὼς καὶ τῷ δικαίως αὐτοῖς ἀνθʼ ὧν ὑβρίσθη πολεμεῖν μέλλειν, Ἰώαβον τὸν ἀρχιστράτηγον δοὺς αὐτῷ τῆς στρατιᾶς τὸ ἀκμαιότατον ἐξ αὐτῆς ἔπεμψεν ἐπʼ αὐτούς. ὁ δὲ πρὸς τῇ μητροπόλει τῶν Ἀμμανιτῶν Ἀραβαθᾶ κατεστρατοπεδεύσατο. τῶν δὲ πολεμίων ἐξελθόντων καὶ παραταξαμένων οὐχ ὁμοῦ διχῇ δέ, τὸ μὲν γὰρ ἐπικουρικὸν ἐν τῷ πεδίῳ καθʼ αὑτὸ ἐτάχθη, τὸ δὲ τῶν Ἀμμανιτῶν στράτευμα πρὸς ταῖς πύλαις ἀντικρὺ τῶν Ἑβραίων, ἰδὼν τοῦτο Ἰώαβος ἀντιμηχανᾶται· καὶ τοὺς μὲν ἀνδρειοτάτους ἐπιλεξάμενος ἀντιπαρατάσσεται τῷ Σύρῳ καὶ τοῖς μετʼ αὐτοῦ βασιλεῦσι, τὸ δʼ ἄλλο παραδοὺς Ἀβεσσαίῳ τῷ ἀδελφῷ τοῖς Ἀμμανίταις ἐκέλευσεν ἀντιπαρατάξασθαι, εἰπὼν ἂν τοὺς Σύρους ἴδῃ βιαζομένους αὐτὸν καὶ πλέον δυναμένους μεταγαγόντα τὴν φάλαγγα βοηθεῖν αὐτῷ, τὸ δʼ αὐτὸ τοῦτο ποιήσειν καὶ αὐτός, ἂν ὑπὸ τῶν Ἀμμανιτῶν αὐτὸν καταπονούμενον θεάσηται. προτρεψάμενος οὖν τὸν ἀδελφὸν καὶ παρακαλέσας εὐψύχως καὶ μετὰ προθυμίας ἀνδράσιν αἰσχύνην φοβουμένοις πρεπούσης ἀγωνίσασθαι τὸν μὲν ἀπέλυσε τοῖς Ἀμμανίταις μαχησόμενον, αὐτὸς δὲ τοῖς Σύροις συνέβαλε. καὶ πρὸς ὀλίγον ἀντισχόντων αὐτῶν καρτερῶς πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν Ἰώαβος, ἅπαντας δʼ ἠνάγκασεν εἰς φυγὴν τραπῆναι. τοῦτο ἰδόντες οἱ Ἀμμανῖται καὶ δείσαντες τὸν Ἀβεσσαῖον καὶ τὴν μετʼ αὐτοῦ στρατιὰν οὐκ ἔμειναν, ἀλλὰ μιμησάμενοι τοὺς συμμάχους εἰς τὴν πόλιν ἔφυγον. κρατήσας οὖν τῶν πολεμίων Ἰώαβος εἰς Ἱεροσόλυμα πρὸς τὸν βασιλέα λαμπρῶς ὑπέστρεψε. Τοῦτο τὸ πταῖσμα τοὺς Ἀμμανίτας οὐκ ἔπεισεν ἠρεμεῖν οὐδὲ μαθόντας τοὺς κρείττονας ἡσυχίαν ἄγειν, ἀλλὰ πέμψαντες πρὸς Χαλαμὰν τὸν τῶν πέραν Εὐφράτου Σύρων βασιλέα μισθοῦνται τοῦτον ἐπὶ συμμαχίᾳ, ἔχοντα μὲν ἀρχιστράτηγον Σέβεκον, πεζῶν δὲ μυριάδας ὀκτὼ καὶ ἱππέων μυρίους.