Ancient Greek · ~5 min
123 to 127
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 123-127
Not analysed yet
τοὺς γὰρ νῦν ὑφʼ Ἑλλήνων Γαλάτας καλουμένους, Γομαρεῖς δὲ λεγομένους, Γόμαρος ἔκτισε. Μαγώγης δὲ τοὺς ἀπʼ αὐτοῦ Μαγώγας ὀνομασθέντας ᾤκισεν, Σκύθας δὲ ὑπʼ αὐτῶν προσαγορευομένους. τῶν δὲ Ἰαφθᾶ παίδων Ἰαυάνου καὶ Μάδου ἀπὸ μὲν τούτου Μαδαῖοι γίνονται ἔθνος, οἳ πρὸς Ἑλλήνων Μῆδοι κέκληνται, ἀπὸ δὲ Ἰαυάνου Ἰωνία καὶ πάντες Ἕλληνες γεγόνασι. κατοικίζει δὲ καὶ Θεοβήλους Θεόβηλος, οἵτινες ἐν τοῖς νῦν Ἴβηρες καλοῦνται. καὶ Μεσχῆνοι δὲ ὑπὸ Μέσχου κτισθέντες Καππάδοκες μὲν ἄρτι κέκληνται, τῆς δὲ ἀρχαίας αὐτῶν προσηγορίας σημεῖον δείκνυται· πόλις γάρ ἐστι παρʼ αὐτοῖς ἔτι καὶ νῦν Μάζακα, δηλοῦσα τοῖς συνιέναι δυναμένοις οὕτως ποτὲ προσαγορευθὲν πᾶν τὸ ἔθνος. Θείρης δὲ Θείρας μὲν ἐκάλεσεν ὧν ἦρξεν, Ἕλληνες δὲ Θρᾷκας αὐτοὺς μετωνόμασαν. καὶ τοσαῦτα μὲν ἔθνη ὑπὸ τῶν Ἰαφέθου παίδων κατοικεῖται· Γομάρου δὲ τριῶν υἱῶν γενομένων Ἀσχανάξης μὲν Ἀσχανάξους ᾤκισεν, οἳ νῦν Ῥήγινες ὑπὸ τῶν Ἑλλήνων καλοῦνται, Ῥιφάθης δὲ Ῥιφαθαίους τοὺς Παφλαγόνας λεγομένους, Θυγράμης δὲ Θυγραμαίους, οἳ δόξαν Ἕλλησι Φρύγες ὠνομάσθησαν. Ἰαυάνου δὲ τοῦ Ἰάφθου τριῶν καὶ αὐτοῦ παίδων γενομένων Ἁλισᾶς μὲν Ἁλισαίους ἐκάλεσεν ὧν ἦρχεν, Αἰολεῖς δὲ νῦν εἰσι, Θάρσος δὲ Θαρσεῖς· οὕτως γὰρ ἐκαλεῖτο τὸ παλαιὸν ἡ Κιλικία. σημεῖον δέ· Ταρσὸς γὰρ παρʼ αὐτοῖς τῶν πόλεων ἡ ἀξιολογωτάτη καλεῖται μητρόπολις οὖσα τὸ ταῦ πρὸς τὴν κλῆσιν ἀντὶ τοῦ θῆτα μεταβαλόντων.