Ancient Greek · ~7 min
129 to 134
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 129-134
Not analysed yet
ὃ δʼ ἴσως ὑφʼ Ἑλλήνων ἀγνοεῖται, τοῦτο προειπὼν τρέψομαι πρὸς τὴν ἀφήγησιν ὧν κατέλιπον. τὰ γὰρ ὀνόματα διὰ τὸ τῆς γραφῆς εὐπρεπὲς ἡλλήνισται πρὸς ἡδονὴν τῶν ἐντευξομένων· οὐ γὰρ ἐπιχώριος ἡμῖν ὁ τοιοῦτος αὐτῶν τύπος, ἀλλʼ ἕν τε αὐτῶν σχῆμα καὶ τελευτὴ μία, Νῶχός τέ τοι Νῶε καλεῖται καὶ τοῦτον τὸν τύπον ἐπὶ παντὸς τηρεῖ σχήματος. Οἱ δὲ Χάμου παῖδες τὴν ἀπὸ Συρίας καὶ Ἀμάνου καὶ Λιβάνου τῶν ὀρῶν γῆν κατέσχον, ὅσα πρὸς θάλασσαν αὐτῆς ἐτέτραπτο καταλαβόντες καὶ τὰ μέχρι τοῦ ὠκεανοῦ ἐξιδιωσάμενοι· αἱ μέντοι προσηγορίαι τῶν μὲν καὶ παντελῶς ἐξίτηλοι γεγόνασιν, ἐνίων δὲ μεταβαλοῦσαι καὶ μεταρρυθμισθεῖσαι πρὸς ἑτέρας δύσγνωστοι τυγχάνουσιν, ὀλίγοι δὲ οἱ φυλάξαντες ἀκεραίους τὰς προσηγορίας ὑπάρχουσι. τεσσάρων γὰρ Χάμου παίδων γενομένων Χουσαῖον μὲν οὐδὲν ἔβλαψεν ὁ χρόνος· Αἰθίοπες γὰρ ὧν ἦρξεν ἔτι καὶ νῦν ὑπὸ ἑαυτῶν τε καὶ τῶν ἐν τῇ Ἀσίᾳ πάντων Χουσαῖοι καλοῦνται. ἐτηρήθη δὲ καὶ Μερσαίοις ἡ κατὰ τὴν προσηγορίαν μνήμη· τὴν γὰρ Αἴγυπτον Μέρσην καὶ Μερσαίους τοὺς Αἰγυπτίους ἅπαντες οἱ ταύτῃ καλοῦμεν. ἔκτισε δὲ καὶ Φούδης τὴν Λιβύην Φούτους ἀπʼ αὐτοῦ καλέσας τοὺς ἐπιχωρίους. ἔστι δὲ καὶ ποταμὸς ἐν τῇ Μαύρων χώρᾳ τοῦτο ἔχων τὸ ὄνομα, ὅθεν καὶ τοὺς πλείστους τῶν Ἑλληνικῶν ἱστοριογράφων ἔστιν ἰδεῖν μεμνημένους τοῦ ποταμοῦ καὶ τῆς παρακειμένης αὐτῷ χώρας Φούτης λεγομένης. μετέβαλε δὲ ὃ νῦν αὐτῇ ἐστιν ὄνομα ἀπὸ τῶν Μεσράμου υἱῶν Λίβυος λεγομένου· μετʼ οὐ πολὺ δʼ ἐροῦμεν τὴν αἰτίαν, διʼ ἣν αὐτὴν καὶ Ἀφρικὴν προσαγορεύεσθαι συμβέβηκε. Χαναναῖος δὲ τέταρτος ὢν Χάμου παῖς τὴν νῦν Ἰουδαίαν καλουμένην οἰκίσας ἀπʼ αὐτοῦ Χαναναίαν προσηγόρευσεν. γίνονται δὲ παῖδες ἐξ αὐτῶν Χούσου μὲν ἕξ, ὧν Σάβας μὲν Σαβαίους, Εὐίλας δὲ Εὐιλαίους ἔκτισεν, οἳ νῦν Γαιτοῦλοι λέγονται, Σαβάθης δὲ Σαβαθηνούς, ὀνομάζονται δὲ Ἀστάβαροι παρʼ Ἕλλησιν·