Ancient Greek · ~1 min
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 129-4
Not analysed yet
Καὶ ὁ Σαοῦλος εἰς τὴν ἑαυτοῦ πόλιν ὑπέστρεψε διαφθείρας ὡσεὶ μυριάδας ἓξ τῶν πολεμίων. βασιλεύει δὲ εὐτυχῶς, καὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν πολεμήσας χειροῦται τό τε Ἀμμανιτῶν καὶ Μωαβιτῶν Παλαιστίνους Ἰδουμαίους καὶ τὸν βασιλέα τῆς Σωβᾶς. ἦσαν δὲ παῖδες αὐτῷ τρεῖς μὲν ἄρσενες Ἰωνάθης καὶ Ἰησοῦς καὶ Μέλχισος, θυγατέρες δὲ Μερόβη καὶ Μιχαάλ.