Ancient Greek
129 to 133
Flavius Josephus, Jewish Antiquities 129-6-133
Not analysed yet
καὶ περὶ τῆς βασιλείας αὐτῷ τὴν ἐξουσίαν ἐφῆκεν ὃν ἂν αἱρῆται τῶν παίδων διάδοχον καθιστάνειν ἢ καὶ διανέμειν μέρος ἑκάστῳ τῆς τιμῆς εἰς πάντας ἐλευσομένης. ἐκείνου δὲ ἤδη θέλοντος αὐτὸ ποιεῖν οὐκ ἐπιτρέψειν ἔφη ζῶντι μὴ καὶ τῆς βασιλείας καὶ τῶν παίδων κρατεῖν. Ἐπὶ τούτοις ἐπανῄει πάλιν εἰς τὴν Ἰουδαίαν. ἀποδημοῦντος δὲ οὐ μικρὸν μέρος ἀπέστη τῆς ἀρχῆς τὸ περὶ τὸν Τράχωνα, καὶ τούτους οἱ καταλειφθέντες στρατηγοὶ χειρωσάμενοι πάλιν ὑπακούειν ἠνάγκασαν. Ἡρώδης δὲ πλέων σὺν τοῖς παισὶν ὡς ἐγένετο κατὰ Κιλικίαν ἐν Ἐλαιούσῃ τῇ μετωνομασμένῃ νῦν Σεβαστῇ καταλαμβάνει τὸν βασιλέα τῆς Καππαδοκίας Ἀρχέλαον, ὃς αὐτὸν ἐκδέχεται φιλοφρόνως ἡδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς καὶ τῷ τὸν Ἀλέξανδρον, ὃς εἶχεν αὐτοῦ τὴν θυγατέρα, τῆς αἰτίας ἀπολελύσθαι, δωρεάς τε ἀντέδοσαν ἀλλήλοις ἃς εἰκὸς βασιλεῖς. ἐντεῦθεν Ἡρώδης ἐπὶ Ἰουδαίας ἐλθὼν καὶ γενόμενος ἐν τῷ ἱερῷ περὶ τῶν πεπραγμένων κατὰ τὴν ἀποδημίαν διελέγετο, τὴν Καίσαρος εἰς αὐτὸν φιλοφροσύνην καὶ τἆλλα διεξιὼν ὅσα κατὰ μέρος αὐτῷ πραχθέντα συμφέρειν ἡγεῖτο καὶ τοὺς ἄλλους εἰδέναι. τέλος ἐπὶ νουθεσίᾳ τῶν παίδων κατέστρεφε τὸν λόγον τοὺς περὶ τὴν αὐλὴν καὶ τὸ λοιπὸν πλῆθος εἰς ὁμόνοιαν παρακαλῶν καὶ τοὺς υἱοὺς μετʼ αὐτὸν ἀποδεικνύων βασιλέας γενέσθαι, πρῶτον μὲν Ἀντίπατρον, εἶτα καὶ τοὺς ἐκ Μαριάμμης Ἀλέξανδρον καὶ Ἀριστόβουλον.