Ancient Greek · ~7 min
130 to 136
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 130-136
Not analysed yet
δέκα δὲ ἄλλα φάρση πηχῶν τὸ πλάτος τεσσάρων τὸ δὲ μῆκος ὀκτὼ καὶ εἴκοσι, χρυσείους ἔχοντα γιγλύμους ἐπὶ συναφῇ θηλείας τε καὶ ἄρρενος συνείλεκτο, ὡς ἓν εἶναι δοκεῖν, εἶτα ὑπερτεινόμενα τοῦ ναοῦ τό τʼ ἐφύπερθεν ἐσκίαζε καὶ τῶν τοίχων τοὺς κατὰ πλευρὰν καὶ κατόπιν ἑστῶτας ἀπὸ τῆς γῆς ὅσον πῆχυν ἀνέχοντα. ἴσαι δὲ τῷ πλάτει καὶ ἄλλαι σινδόνες μιᾷ πλείους τὸν ἀριθμὸν τὸ δὲ μῆκος ὑπερβάλλουσαι, τριακονταπήχεις γὰρ ἦσαν, ὑφασμέναι δʼ ἐκ τριχῶν ὁμοίως κατὰ λεπτουργίαν ταῖς ἐκ τῶν ἐρίων πεποιημέναι ἐτέταντο μέχρι τῆς γῆς κεχυμέναι κατὰ θύρας ἀετώματι παραπλήσιον καὶ παστάδι παρεῖχον, τοῦ ἑνδεκάτου φάρσους εἰς τοῦτο παρειλημμένου. ἄλλαι δʼ ἐπάνω τούτων ἐκ διφθερῶν κατεσκευασμέναι ὑπερῄεσαν σκέπη καὶ βοήθεια ταῖς ὑφανταῖς ἔν τε τοῖς καύμασι καὶ ὁπότε ὑετὸς εἴη γεγενημέναι. πολλὴ δʼ ἔκπληξις ἐλάμβανε τοὺς πόρρωθεν θεωμένους· τὴν γὰρ χρόαν τοῖς κατὰ τὸν οὐρανὸν συμβαίνουσιν οὐδὲν ἐδόκουν διαφέρειν. αἱ δʼ ἐκ τῆς τριχὸς καὶ τῶν διφθερῶν πεποιημέναι κατῄεσαν ὁμοίως τῷ περὶ τὰς πύλας ὑφάσματι τό τε καῦμα καὶ τὴν ἀπὸ τῶν ὄμβρων ὕβριν ἀπομαχόμεναι. καὶ ἡ μὲν σκηνὴ τοῦτον πήγνυται τὸν τρόπον. Γίνεται δὲ καὶ κιβωτὸς τῷ θεῷ ξύλων ἰσχυρῶν τὴν φύσιν καὶ σῆψιν παθεῖν οὐ δυναμένων· ἡ δʼ ἐρὼν μὲν καλεῖται κατὰ τὴν ἡμετέραν γλῶτταν, ἡ δὲ κατασκευὴ τοιαύτη τις ἦν· μῆκος μὲν ἦν αὐτῇ πέντε σπιθαμῶν, τὸ δʼ εὖρος καὶ τὸ βάθος τριῶν σπιθαμῶν εἰς ἑκάτερον· χρυσῷ δὲ τά τʼ ἐντὸς καὶ τὰ ἔξωθεν περιελήλατο πᾶσα, ὡς ἀποκεκρύφθαι τὴν ξύλωσιν, στρόφιγξί τε χρυσοῖς τὸ ἐπίθεμα προσηνωμένον εἶχε θαυμαστῶς, ὃ πανταχόθεν ἴσον ἦν κατʼ οὐδέτερον μέρος ἐξοχαῖς τὴν εὐαρμοστίαν λυμαινόμενον. καὶ καθʼ ἑκάτερον δὲ τοῖχον τῶν ἐπιμηκεστέρων κρίκοι προσῆσαν χρυσοῖ δύο τοῦ παντὸς διήκοντες ξύλου, καὶ διʼ αὐτῶν ἔνετοι σκυταλίδες ἐπίχρυσοι καθʼ ἑκάτερον τοῖχον, ὡς ἂν ὑπʼ αὐτῶν ὁπότε δεήσειεν ἄγοιτο κινουμένη· οὐ γὰρ ἐπὶ ζεύγους ἐκομίζετο, ἀλλʼ ὑπὸ τῶν ἱερέων ἐφέρετο.