Ancient Greek
130 to 133
Flavius Josephus, Jewish Antiquities 130-4-133
Not analysed yet
ἵνα ἄν τις τῶν ὁμοεθνῶν σου παραβαίνῃ τὸν τοῦ θεοῦ νόμον ἢ τὸν βασιλικόν, ὑπόσχῃ τιμωρίαν, ὡς οὐ κατʼ ἄγνοιαν αὐτὸν παραβαίνων, ἀλλʼ ὡς ἐπιστάμενος μὲν τολμηρῶς δὲ παρακούων καὶ καταφρονῶν. κολασθήσονται δʼ ἤτοι θανάτῳ ἢ ζημίᾳ χρηματικῇ. ἔρρωσο. Λαβὼν δὲ Ἔζδρας ταύτην τὴν ἐπιστολὴν ὑπερήσθη καὶ τῷ θεῷ προσκυνεῖν ἤρξατο, τῆς τοῦ βασιλέως πρὸς αὐτὸν χρηστότητος ἐκεῖνον αἴτιον ὁμολογῶν γεγενῆσθαι, καὶ διὰ τοῦτο τὴν πᾶσαν αὐτοῦ χάριν ἔλεγεν εἶναι. ἀναγνοὺς δʼ ἐν Βαβυλῶνι τὴν ἐπιστολὴν τοῖς αὐτόθι παροῦσιν Ἰουδαίοις, αὐτὴν μὲν κατέσχεν, τὸ δʼ ἀντίγραφον αὐτῆς πρὸς ἅπαντας ἔπεμψεν τοὺς ὁμοεθνεῖς τοὺς κατὰ τὴν Μηδίαν ὄντας. μαθόντες δὲ οὗτοι τὴν παρὰ τοῦ βασιλέως καὶ πρὸς τὸν θεὸν εὐσέβειαν καὶ πρὸς τὸν Ἔζδραν εὔνοιαν ἅπαντες μὲν ὑπερηγάπησαν, πολλοὶ δʼ αὐτῶν καὶ τὰς κτήσεις ἀναλαβόντες ἦλθον εἰς Βαβυλῶνα ποθοῦντες τῆς εἰς τὰ Ἱεροσόλυμα καθόδου. ὁ δὲ πᾶς λαὸς τῶν Ἰσραηλιτῶν κατὰ χώραν ἔμεινεν· διὸ καὶ δύο φυλὰς εἶναι συμβέβηκεν ἐπί τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης Ῥωμαίοις ὑπακουούσας, αἱ δὲ δέκα φυλαὶ πέραν εἰσὶν Εὐφράτου ἕως δεῦρο, μυριάδες ἄπειροι καὶ ἀριθμῷ γνωσθῆναι μὴ δυνάμεναι.