Ancient Greek
130 to 136
Flavius Josephus, Jewish Antiquities 130-6-136
Not analysed yet
ἡ δὲ αὖ γυναικωνῖτις καὶ τὸ νεώτερον, ὅπερ ὄχλος φιλεῖ, θεωρίαις τε καὶ μονομαχιῶν δόσεσιν καί τινων κρεανομιῶν ἡδοναῖς ἀνειλημμένοι, ἃ ἐπράσσετο λόγῳ μὲν ἐπὶ θεραπείᾳ τῆς πληθύος, τὸ δʼ ἀληθὲς ἐκπιμπλάντα τῆς μανίας Γαΐου τὴν ὠμότητα· οἱ δὲ δοῦλοι διὰ τὸ ἐν προσηγορίᾳ τε εἶναι καὶ καταφρονήματι τῶν δεσποτῶν, ἀποστροφῆς τῷ ὑβρίζοντι αὐτὴν οὔσης τῆς κατʼ ἐκεῖνον ἐπικουρίας· ῥᾴδιον γὰρ ψευσαμένοις τε κατὰ τῶν κυρίων πεπιστεῦσθαι καὶ τὰ χρήματα ἐνδείξασιν αὐτῶν ἅμα ἐλευθέροις τε εἶναι καὶ πλουσίοις μισθῷ τῶν κατηγοριῶν διὰ τὸ ἆθλα αὐτοῖς προκεῖσθαι τὰς ὀγδόας τῶν οὐσιῶν. τῶν δὲ εὐπατριδῶν εἰ καί τισιν πιστὸς ὁ λόγος φανείη, τοῖς μὲν ἐκ τοῦ προειδέναι τὴν ἐπιβουλήν, τοῖς δʼ ὑπὸ τοῦ θέλειν εὐκτὸν ἡγουμένοις, σιγῇ παρεδίδοτο οὐ μόνον ἡ ἐπὶ τοῖς ἠγγελμένοις χαρά, ἀλλὰ καὶ ἡ δόξα τῆς ἀκροάσεως, οἱ μὲν δεδιότες, μὴ καὶ ψευσθεῖσιν ἐλπίδος τιμωρίᾳ συνέλθοιεν ὡς προεξορμήσασιν ἀποφήνασθαι τὴν διάνοιαν ἑαυτῶν, οἱ δʼ ἐξεπιστάμενοι διὰ τὸ τῆς ἐπιβουλῆς μετασχεῖν μειζόνως ἔκρυπτον ἀλλήλων ἀγνοίᾳ καὶ δεδιότες, μὴ πρός τινα εἰπόντες, οἷς ἡ τυραννὶς ἑστῶσα ὠφέλιμος ἦν, ζῶντος Γαΐου κολασθεῖεν ἐνδείξεως γενομένης. ἐπεὶ καὶ ἕτερος ἐπεφοιτήκει λόγος ὡμιληκέναι μὲν τραύμασιν, οὐ μὴν ἀποθανεῖν, ἀλλὰ ζῶντα ἐν θεραπείαις ὑπὸ τῶν ἰατρῶν εἶναι. ἦν τε πιστὸς οὐθεὶς οὐδενί, ᾧ κἂν θαρσήσας γνώμην ἀποφαίνοιτο τὴν αὐτοῦ· ἢ γὰρ φίλος ὢν ὕποπτος ἐγίνετο εὐνοίᾳ τῆς τυραννίδος ἢ καὶ μίσει πρὸς ἐκεῖνον χρώμενος τῷ πρὸς αὐτὸν οὐδαμόθεν εὐνοίᾳ χρωμένῳ διαφθείρειν τὴν ἐπὶ τοῖς λεγομένοις πίστιν. ἐλέγετο δὲ ὑπό τινων, οἳ καὶ μάλιστα τοῖς εὐπατρίδαις ἠφάνιζον τὸ εὐθυμοῦν τῆς ἐλπίδος, ἐν ἀμελείᾳ κινδύνων γεγονότα καὶ ἄφροντιν κομιδῇ τῶν τραυμάτων, ὥσπερ εἶχεν ᾑματωμένον ἐπὶ τῆς ἀγορᾶς διεκπεσεῖν κἀν δημηγορίαις εἶναι.