Ancient Greek
131 to 133
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 131-133
Not analysed yet
Σαμουῆλος δὲ παραγενόμενος πρὸς τὸν Σαοῦλον πεμφθῆναι πρὸς αὐτὸν ἔφασκεν ὑπὸ τοῦ θεοῦ, ὅπως αὐτὸν ὑπομνήσῃ, ὅτι βασιλέα προκρίνας αὐτὸν ἁπάντων ὁ θεὸς ἀπέδειξε, καὶ διὰ τοῦτο πείθεσθαι καὶ κατήκοον αὐτῷ γενέσθαι ὡς αὐτοῦ μὲν ἔχοντος τὴν τῶν ἐθνῶν ἡγεμονίαν, τοῦ δὲ θεοῦ καὶ τὴν κατʼ ἐκείνου καὶ τῶν ὅλων πραγμάτων. λέγειν τοίνυν ἔφασκε τὸν θεὸν· ἐπεὶ πολλὰ κακὰ τοὺς Ἑβραίους Ἀμαληκῖται διέθηκαν κατὰ τὴν ἔρημον, ὅτε ἐξελθόντες ἀπʼ Αἰγύπτου εἰς τὴν νῦν ὑπάρχουσαν αὐτοῖς ἐστέλλοντο χώραν, κελεύω πολέμῳ τιμωρησάμενον τοὺς Ἀμαληκίτας καὶ κρατήσαντα μηδένʼ αὐτῶν ὑπολιπεῖν, ἀλλὰ πάσης διεξελθεῖν ἡλικίας ἀρξαμένους ἀπὸ γυναικῶν κτείνειν καὶ νηπίων καὶ τοιαύτην ὑπὲρ ὧν τοὺς προγόνους ὑμῶν εἰργάσαντο τιμωρίαν ἀπολαβεῖν, φείσασθαι δὲ μήτε ὑποζυγίων μήτε τῶν ἄλλων βοσκημάτων εἰς ὠφέλειαν καὶ κτῆσιν ἰδίαν, ἅπαντα δʼ ἀναθεῖναι τῷ θεῷ καὶ τὸ Ἀμαλήκου ὄνομα ταῖς Μωυσέος κατακολουθήσαντʼ ἐντολαῖς ἐξαλεῖψαι.