Ancient Greek · ~7 min
131 to 136
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 131-2-136
Not analysed yet
γενομένης δʼ ἐγκύου τῆς γυναικὸς καὶ πεμψάσης πρὸς τὸν βασιλέα, ὅπως τῷ ἁμαρτήματι σκέψηταί τινα τοῦ λαθεῖν ὁδόν, ἀποθανεῖν γὰρ αὐτὴν κατὰ τοὺς πατρίους καθήκει νόμους μεμοιχευμένην, μετακαλεῖται τὸν Ἰωάβου μὲν ὁπλοφόρον ἐκ τῆς πολιορκίας ἄνδρα δὲ τῆς γυναικὸς Οὐρίαν ὄνομα, καὶ παραγενόμενον περί τε τῆς στρατιᾶς καὶ τῆς πολιορκίας ἀνέκρινε. λέγοντος δὲ πάντα κατὰ νοῦν αὐτοῖς κεχωρηκέναι τὰ πράγματα βαστάσας ἐκ τοῦ δείπνου μέρη προσδίδωσιν αὐτῷ, καὶ κελεύει πρὸς τὴν γυναῖκα ἀπελθόντα ἀναπαύσασθαι σὺν αὐτῇ. ὁ δὲ Οὐρίας τοῦτο μὲν οὐκ ἐποίησε, παρεκοιμήθη δὲ τῷ βασιλεῖ σὺν τοῖς ἄλλοις ὁπλοφόροις. ὡς δὲ γνοὺς τοῦθʼ ὁ βασιλεὺς ἀνέκρινεν αὐτόν, ὅτι μὴ πρὸς τὴν οἰκίαν ἔλθοι μηδὲ πρὸς τὴν γυναῖκα διὰ τοσούτου χρόνου πάντων ἀνθρώπων ταύτην ἐχόντων τὴν φύσιν ὅταν ἔλθωσιν ἐξ ἀποδημίας, οὐκ εἶναι δίκαιον ἔφη τῶν συστρατιωτῶν αὐτοῦ καὶ τοῦ στρατηγοῦ χαμαὶ κοιμωμένων ἐν παρεμβολῇ καὶ τῇ τῶν πολεμίων χώρᾳ μετὰ γυναικὸς αὐτὸν ἀναπαύεσθαι καὶ τρυφᾶν. ταῦτʼ εἰπόντα μεῖναι τὴν ἡμέραν ἐκείνην ἐκέλευσεν αὐτόθι ὡς εἰς τὴν ἐπιοῦσαν ἀπολύσων αὐτὸν πρὸς τὸν ἀρχιστράτηγον. κληθεὶς δʼ ἐπὶ δεῖπνον ὑπὸ τοῦ βασιλέως Οὐρίας καὶ μέχρι μέθης προελθὼν ἐν τῷ πότῳ δεξιουμένου τοῦ βασιλέως αὐτὸν ἐπίτηδες ταῖς προπόσεσιν, οὐδὲν ἧττον πάλιν πρὸ τῶν τοῦ βασιλέως θυρῶν ἐκοιμήθη μηδεμίαν λαβὼν τῆς γυναικὸς ἐπιθυμίαν. ἐπὶ τούτοις δὲ δυσανασχετήσας ὁ βασιλεὺς ἔγραψε τῷ Ἰωάβῳ κολάσαι προστάττων τὸν Οὐρίαν, ἁμαρτεῖν γὰρ αὐτὸν ἐδήλου, καὶ τὸν τρόπον τῆς τιμωρίας ἵνα μὴ γένηται φανερὸς αὐτὸς τοῦτο βουληθεὶς ὑπέθετο· κατὰ γὰρ τὸ δυσμαχώτατον αὐτὸν ἐκέλευσε μέρος τῶν πολεμίων τάξαι καὶ καθʼ ὃ κινδυνεύσει μαχόμενος ἀπολειφθεὶς μόνος· συμπαραστάτας ἀναχωρῆσαι ἐκ τῆς μάχης γινομένης ἐκέλευσε. ταῦτα γράψας καὶ σημηνάμενος τῇ αὑτοῦ σφραγῖδι τὴν ἐπιστολὴν ἔδωκεν Οὐρίᾳ κομίσαι πρὸς Ἰώαβον.