Ancient Greek · ~7 min
132 to 137
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 132-137
Not analysed yet
ἐνδησάμεναι δʼ αὐτοὺς τῷ πρὸς αὐτὰς ἔρωτι καὶ τῆς ἐπιθυμίας ἀκμαζούσης περὶ ἀπαλλαγὴν ἐγίνοντο. τοὺς δʼ ἀθυμία πολλὴ πρὸς τὴν ἀναχώρησιν τῶν γυναικῶν κατέλαβε καὶ λιπαροῦντες ἐνέκειντο, μὴ σφᾶς καταλιπεῖν, ἀλλὰ γαμετὰς αὐτῶν ἐσομένας αὐτόθι μένειν καὶ δεσποίνας ἀποδειχθησομένας πάντων ὧν ὑπῆρχεν αὐτοῖς. ταῦτα δὲ ὀμνύντες ἔλεγον καὶ θεὸν μεσίτην ὧν ὑπισχνοῦντο ποιούμενοι δακρύοντές τε καὶ πανταχόθεν αὑτοὺς ἐλεεινοὺς ταῖς γυναιξὶ κατασκευάζοντες εἶναι. αἱ δʼ ὡς δεδουλωμένους αὐτοὺς κατενόησαν καὶ τελέως ὑπὸ τῆς συνηθείας ἐχομένους, ἤρξαντο πρὸς αὐτοὺς λέγειν· Ἡμῖν, ὦ κράτιστοι νέων, οἶκοί τέ εἰσι πατρῷοι καὶ κτῆσις ἀγαθῶν ἄφθονος καὶ ἡ παρὰ τῶν γονέων καὶ τῶν οἰκείων εὔνοια καὶ στοργή, καὶ κατʼ οὐδενὸς τούτων πόρον ἐνθάδʼ ἥκουσαι ἡμεῖς εἰς ὁμιλίαν ἥκομεν, οὐδʼ ἐμπορευσόμεναι τὴν ὥραν τοῦ σώματος προσηκάμεθα τὴν ὑμετέραν ἀξίωσιν, ἀλλʼ ἄνδρας ἀγαθοὺς καὶ δικαίους ὑπολαβοῦσαι τοιούτοις ὑμᾶς τιμῆσαι ξενίοις δεομένους ἐπείσθημεν. καὶ νῦν, ἐπεί φατε πρὸς ἡμᾶς φιλοστόργως ἔχειν καὶ λυπεῖσθε μελλουσῶν ἀναχωρεῖν, οὐδʼ αὐταὶ τὴν δέησιν ὑμῶν ἀποστρεφόμεθα, πίστιν δʼ εὐνοίας λαβοῦσαι τὴν μόνην ἡμῖν ἀξιόλογον νομισθεῖσαν ἀγαπήσομεν τὸν μεθʼ ὑμῶν βίον ὡς γαμεταὶ διανύσαι. δέος γάρ, μὴ καὶ κόρον τῆς ἡμετέρας ὁμιλίας λαβόντες ἔπειθʼ ὑβρίσητε καὶ ἀτίμους ἀποπέμψητε πρὸς τοὺς γονεῖς. συγγινώσκειν τε ταῦτα φυλαττομέναις ἠξίουν. τῶν δὲ ἣν βούλονται πίστιν δώσειν ὁμολογούντων καὶ πρὸς τὸ μηδὲν ἀντιλεγόντων ὑπὸ τοῦ πρὸς αὐτὰς πάθους ἐπεὶ ταῦτα ὑμῖν, ἔφασαν, δέδοκται, τοῖς δʼ ἔθεσι καὶ τῷ βίῳ πρὸς ἅπαντας ἀλλοτριώτατα χρῆσθε, ὡς καὶ τὰς τροφὰς ὑμῖν ἰδιοτρόπους εἶναι καὶ τὰ ποτὰ μὴ κοινὰ τοῖς ἄλλοις, ἀνάγκη βουλομένους ἡμῖν συνοικεῖν καὶ θεοὺς τοὺς ἡμετέρους σέβειν, καὶ οὐκ ἂν ἄλλο γένοιτο τεκμήριον ἧς ἔχειν τε νῦν φατε πρὸς ἡμᾶς εὐνοίας καὶ τῆς ἐσομένης ἢ τὸ τοὺς αὐτοὺς ἡμῖν θεοὺς προσκυνεῖν.