Ancient Greek
133 to 139
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 133-2-139
Not analysed yet
ὡς εἶναι τὸν ὅλον ἀγῶνα καὶ τοῖς Βαβυλωνίοις καὶ τοῖς Ἱεροσολυμίταις τῆς ὀξύτητος καὶ συνέσεως, τῶν μὲν πλέον ἐν ταύτῃ δυνηθῆναι τὴν ἀναίρεσιν οἰομένων εἶναι τῆς πόλεως, τῶν δὲ τὴν σωτηρίαν ἐν οὐκ ἄλλῳ τιθεμένων ἢ ἐν τῷ μὴ καμεῖν μηδʼ ἀπειπεῖν ἀντεφευρίσκοντας οἷς μάταια τὰ τῶν ἐχθρῶν ἀπελεγχθήσεται μηχανήματα. καὶ ταῦθʼ ὑπέμειναν ἐπὶ μῆνας ὀκτωκαίδεκα ἕως οὗ διεφθάρησαν ὑπὸ τοῦ λιμοῦ καὶ τῶν βελῶν, ἅπερ ἀπὸ τῶν πύργων εἰς αὐτοὺς ἠκόντιζον οἱ πολέμιοι. Ἡιρέθη δʼ ἡ πόλις ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας τοῦ τετάρτου μηνὸς τῇ ἐνάτῃ ἡμέρᾳ. εἷλον δʼ οὖν οἱ ἡγεμόνες τῶν Βαβυλωνίων, οἷς ἐπίστευσε τὴν πολιορκίαν ὁ Ναβουχοδονόσορος· αὐτὸς γὰρ ἐν Ἀραβαθᾶ διέτριβε πόλει. τὰ δὲ τῶν ἡγεμόνων ὀνόματα, εἴ τις ἐπιζητήσειε γνῶναι, οἵτινες τὰ Ἱεροσόλυμα πορθήσαντες ὑπέταξαν, ἦν Ῥεγάλσαρος, Ἀρέμαντος, Σεμέγαρος, Ναβώσαρις, Ἀχαράμψαρις. ἁλούσης δὲ τῆς πόλεως περὶ μέσην νύκτα καὶ τῶν ἡγεμόνων τῶν πολεμίων εἰσελθόντων εἰς τὸ ἱερὸν γνοὺς ὁ Σαχχίας ὁ βασιλεύς, παραλαβὼν τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τοὺς ἡγεμόνας καὶ τοὺς φίλους φεύγει μετʼ αὐτῶν ἐκ τῆς πόλεως διὰ τῆς καρτερᾶς φάραγγος καὶ διὰ τῆς ἐρήμου. φρασάντων δὲ τοῦτό τινων αὐτομόλων τοῖς Βαβυλωνίοις ὑπὸ τὸν ὄρθρον ὥρμησαν διώκειν αὐτόν, καταλαβόντες δὲ οὐκ ἄπωθεν Ἱεριχοῦντος ἐκυκλώσαντο αὐτόν· οἱ δὲ φίλοι καὶ οἱ ἡγεμόνες οἱ συμφυγόντες τῷ Σαχχίᾳ ἐπεὶ τοὺς πολεμίους ἐγγὺς ὄντας εἶδον, καταλιπόντες αὐτὸν διεσπάρησαν ἄλλος ἀλλαχοῦ καὶ σώζειν ἑαυτὸν ἕκαστος ἔγνω. περιλειφθέντα τε αὐτὸν σὺν ὀλίγοις ζωγρήσαντες οἱ πολέμιοι μετὰ τῶν τέκνων καὶ τῶν γυναικῶν ἤγαγον πρὸς τὸν βασιλέα. παραγενόμενον δʼ αὐτὸν ὁ Ναβουχοδονόσαρος ἀσεβῆ καὶ παράσπονδον ἀποκαλεῖν ἤρξατο καὶ ἀμνήμονα τῶν πρόσω λόγων, οὓς ἐποιήσατο σώζειν αὐτῷ τὴν χώραν ὑποσχόμενος. ὠνείδιζε δὲ καὶ ἀχαριστίαν παρʼ αὐτοῦ μὲν λαβόντι τὴν βασιλείαν, Ἰωακείμου γὰρ αὐτὴν οὖσαν ἀφελόμενον ἐκείνῳ δοῦναι, χρησαμένῳ δὲ τῇ δυνάμει κατὰ τοῦ παρασχόντος· ἀλλὰ μέγας, εἶπεν, ὁ θεός, ὃς μισήσας σου τὸν τρόπον ὑποχείριον ἡμῖν ἔθηκε.