Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Jewish Antiquities 136-4
Not analysed yet
ἃ γὰρ ὁμολογεῖται παρανομώτατα τοῖς τε Ἕλλησιν καὶ τοῖς βαρβάροις, ταῦτα ἔπραξαν εἰς τοὺς ἡμετέρους πρέσβεις ἀποσφάξαντες αὐτούς, τῶν μὲν Ἑλλήνων ἱεροὺς καὶ ἀσύλους εἶναι φαμένων τοὺς κήρυκας, ἡμῶν δὲ τὰ κάλλιστα τῶν δογμάτων καὶ τὰ ὁσιώτατα τῶν ἐν τοῖς νόμοις διʼ ἀγγέλων παρὰ τοῦ θεοῦ μαθόντων· τοῦτο γὰρ τὸ ὄνομα καὶ ἀνθρώποις θεὸν εἰς ἐμφάνειαν ἄγει καὶ πολεμίους πολεμίοις διαλλάττειν δύναται.