Ancient Greek · ~7 min
137 to 142
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 137-3-142
Not analysed yet
λαμβάνει δὲ καὶ τὸν βασιλέα τῶν ἐχθρῶν Ἄγαγον αἰχμάλωτον, οὗ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ σώματος σωτηρίας ἄξιον ἔκρινεν οὐκέτι τοῦτο ποιῶν κατὰ βούλησιν τοῦ θεοῦ, πάθει δὲ νικώμενος ἰδίῳ καὶ χαριζόμενος ἀκαίρως περὶ ὧν οὐκ εἶχεν ἀκίνδυνον ἐξουσίαν οἴκτῳ. ὁ μὲν γὰρ θεὸς οὕτως ἐμίσησε τὸ τῶν Ἀμαληκιτῶν ἔθνος, ὡς μηδὲ νηπίων φείσασθαι κελεῦσαι πρὸς ἃ μᾶλλον ἔλεος γίνεσθαι πέφυκε, Σαοῦλος δὲ αὐτῶν τὸν βασιλέα καὶ τὸν ἡγεμόνα τῶν εἰς Ἑβραίους κακῶν ἔσωσε τῆς μνήμης ὧν ἐπέστειλεν ὁ θεὸς τὸ τοῦ πολεμίου κάλλος ἐπίπροσθεν ποιησάμενος. συνεξήμαρτε δʼ αὐτῷ καὶ τὸ πλῆθος· καὶ γὰρ ἐκεῖνοι τῶν ὑποζυγίων καὶ τῶν βοσκημάτων ἐφείσαντο καὶ διήρπασαν μὴ τηρεῖν αὐτὰ τοῦ θεοῦ κελεύσαντος τά τε ἄλλα χρήματα καὶ τὸν πλοῦτον ἐξεφόρησαν, εἰ δέ τι μὴ σπουδῆς ἦν ἄξιον ὥστε κεκτῆσθαι διέφθειραν. Νικήσας δὲ Σαοῦλος ἅπαντας τοὺς ἀπὸ Πηλουσίου τῆς Αἰγύπτου καθήκοντας ἕως τῆς Ἐρυθρᾶς θαλάσσης διέφθειρε πολεμίους παραλιπὼν τὸ τῶν Σικιμιτῶν ἔθνος· οὗτοι γὰρ ἐν τῇ Μαδιηνῇ χώρᾳ μέσοι κατῴκηνται. πρὸ δὲ τῆς μάχης πέμψας παρήγγειλεν αὐτοῖς ἀναχωρεῖν, μὴ τοῖς Ἀμαληκίταις κοινωνήσωσι συμφορᾶς· συγγενεῖς γὰρ αὐτοὺς ὄντας Ῥαγουήλου τοῦ Μωυσέος πενθεροῦ σώζειν αἰτίαν ἔχειν. Καὶ Σαοῦλος μὲν ὡς μηδενὸς παρακούσας ὧν ὁ προφήτης ἐπέστειλε μέλλοντι τὸν πρὸς Ἀμαληκίτας ἐκφέρειν πόλεμον, ἀλλʼ ὡς ἐπὶ πᾶσιν ἐκείνοις ἀκριβῶς πεφυλαγμένοις νενικηκὼς τοὺς πολεμίους οἴκαδε πρὸς αὑτὸν ὑπέστρεψε χαίρων ἐπὶ τοῖς κατωρθωμένοις. ὁ δὲ θεὸς ἄχθεται τῇ τε τοῦ βασιλέως τῶν Ἀμαληκιτῶν σωτηρίᾳ καὶ τῇ τῶν βοσκημάτων διαρπαγῇ τοῦ πλήθους, ὅτι μὴ συγχωρήσαντος αὐτοῦ ταῦτʼ ἐπράχθη· δεινὸν γὰρ ἡγεῖτο νικᾶν μὲν καὶ περιγίνεσθαι τῶν ἐχθρῶν ἐκείνου τὴν ἰσχὺν διδόντος αὐτοῖς, καταφρονεῖσθαι δὲ καὶ παρακούεσθαι μηδὲ ὡς ἄνθρωπον βασιλέα.