Ancient Greek · ~3 min
146 to 148
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 146-148
Not analysed yet
βαστάσας δὴ ταῦτα ἀνῆψε τὸν ναὸν μηνὶ πέμπτῳ τῇ νουμηνίᾳ ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας, ὀκτωκαιδεκάτῳ δὲ τῆς Ναβουχοδονοσόρου· ἐνέπρησε δὲ καὶ τὰ βασίλεια καὶ τὴν πόλιν κατέστρεψεν. ἐνεπρήσθη δὲ ὁ ναὸς μετὰ τετρακόσια ἔτη καὶ ἑβδομήκοντα καὶ μῆνας ἓξ καὶ δέκα ἡμέρας, ἀφʼ οὗ κατεσκευάσθη· τῇ δʼ ἐξ Αἰγύπτου μεταναστάσει τοῦ λαοῦ τότε ἦν ἔτη χίλια ἑξηκονταδύο μῆνες ἓξ ἡμέραι δέκα· τῷ δὲ κατακλυσμῷ μέχρι τῆς τοῦ ναοῦ πορθήσεως χρόνος ἦν ὁ πᾶς ἐτῶν χιλίων ἐνακοσίων πεντηκονταεπτὰ μηνῶν ἓξ ἡμερῶν δέκα· ἐξ οὗ δʼ ἐγεννήθη ὁ Ἄδαμος μέχρι τῶν περὶ τὸν ναὸν συμβάντων ἔτη ἐστὶ τετρακισχίλια πεντακόσια δεκατρία μῆνες ἓξ ἡμέραι δέκα. τοσοῦτον μὲν οὖν τὸ τούτων τῶν ἐτῶν πλῆθος· ὅσα γε μὴν ἐπράχθη καθʼ ἕκαστον τῶν συμβεβηκότων δεδηλώκαμεν.