Ancient Greek · ~4 min
148 to 150
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 148-150
Not analysed yet
καὶ δὴ τοιοῦτόν τινα τρόπον περὶ οὗ καὶ τί φρονεῖ ποιῆσαι σαφὲς αὐτῷ παρεκάλει· δύο γάρ, ἔφησεν, ἄνδρες τὴν αὐτὴν κατῴκουν πόλιν, ὧν ὁ μὲν πλούσιος ἦν καὶ πολλὰς εἶχεν ἀγέλας ὑποζυγίων τε καὶ θρεμμάτων καὶ βοῶν, τῷ πένητι δʼ ἀμνὰς ὑπῆρχε μία. ταύτην μετὰ τῶν τέκνων αὐτοῦ ἀνέτρεφε συνδιαιρούμενος αὐτῇ τὰ σιτία καὶ φιλοστοργίᾳ πρὸς αὐτὴν χρώμενος ᾗ τις ἂν χρήσαιτο καὶ πρὸς θυγατέρα. ξένου δʼ ἐπελθόντος τῷ πλουσίῳ τῶν μὲν ἰδίων οὐδὲν ἠξίωσεν ἐκεῖνος βοσκημάτων καταθύσας εὐωχῆσαι τὸν φίλον, πέμψας δὲ τὴν ἀμνάδα τοῦ πένητος ἀπέσπασε, καὶ ταύτην παρασκευάσας εἱστίασε τὸν ξένον. σφόδρα ἐλύπησεν ὁ λόγος οὗτος τὸν βασιλέα καὶ πονηρὸν πρὸς τὸν Νάθαν τὸν ἄνθρωπον ἐκεῖνον, ὃς δὴ τοῦτο τὸ ἔργον ἐτόλμησεν, ἀπεφήνατο καὶ τετραπλὴν ἀποτῖσαι τὴν ἀμνάδα δίκαιον εἶναι καὶ πρὸς τούτῳ θανάτῳ κολασθῆναι. Νάθας δʼ ὑποτυχὼν αὐτὸν ἔλεγεν ἐκεῖνον εἶναι τὸν ἄξιον ταῦτα παθεῖν ὑφʼ ἑαυτοῦ κεκριμένον τολμήσαντα μέγα καὶ δεινὸν ἔργον.