Ancient Greek · ~7 min
152 to 157
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 152-157
Not analysed yet
ὅταν δὲ προσίῃ ταῖς ἱερουργίαις ὁ ἱερεὺς ἡγνευκὼς ἣν ὁ νόμος ἁγνείαν προαγορεύει, πρῶτον μὲν περιτίθεται τὸν μαναχάσην λεγόμενον· βούλεται δὲ τοῦτο συνακτῆρα μὲν δηλοῦν, διάζωμα δʼ ἐστὶ περὶ τὰ αἰδοῖα ῥαπτὸν ἐκ βύσσου κλωστῆς εἰργασμένον ἐμβαινόντων εἰς αὐτὸ τῶν ποδῶν ὥσπερ εἰς ἀναξυρίδας, ἀποτέμνεται δὲ ὑπὲρ ἥμισυ καὶ τελευτῆσαν ἄχρι τῆς λαγόνος περὶ αὐτὴν ἀποσφίγγεται. Ἐπὶ δὲ τούτῳ λίνεον ἔνδυμα διπλῆς φορεῖ σινδόνος βυσσίνης, χεθομένη μὲν καλεῖται, λίνεον δὲ τοῦτο σημαίνει· χέθον γὰρ τὸ λίνον ἡμεῖς καλοῦμεν. ἔστι δὲ τοῦτο τὸ ἔνδυμα ποδήρης χιτὼν περιγεγραμμένος τῷ σώματι καὶ τὰς χειρῖδας περὶ τοῖς βραχίοσιν κατεσφιγμένος, ὃν ἐπιζώννυνται κατὰ στῆθος ὀλίγον τῆς μασχάλης ὑπεράνω τὴν ζώνην περιάγοντες πλατεῖαν μὲν ὡς εἰς τέσσαρας δακτύλους, διακένως δʼ ὑφασμένην ὥστε λεβηρίδα δοκεῖν ὄφεως· ἄνθη δʼ εἰς αὐτὴν ἐνύφανται φοίνικι καὶ πορφύρᾳ μετὰ ὑακίνθου καὶ βύσσου πεποικιλμένα, στήμων δʼ ἐστὶ μόνη βύσσος. καὶ λαβοῦσα τὴν ἀρχὴν τῆς ἑλίξεως κατὰ στέρνον καὶ περιελθοῦσα πάλιν δεῖται, καὶ κέχυται μὲν πολλὴ μέχρι καὶ τῶν σφυρῶν ἕως οὗ μηδὲν ὁ ἱερεὺς ἐνεργεῖ, πρὸς γὰρ εὐπρέπειαν οὕτως ἔχει τοῖς ὁρῶσι καλῶς, ὅταν δὲ σπουδάζειν περὶ τὰς θυσίας δέῃ καὶ διακονεῖν, ὅπως μὴ κινουμένης ἐμποδίζηται πρὸς τὸ ἔργον, ἀναβαλόμενος ἐπὶ τὸν λαιὸν ὦμον φέρει. Μωυσῆς μὲν οὖν ἀβαΐθ αὐτὴν ἐκάλεσεν, ἡμεῖς δὲ παρὰ Βαβυλωνίων μεμαθηκότες ἐμίαν αὐτὴν καλοῦμεν· οὕτως γὰρ προσαγορεύεται παρʼ αὐτοῖς. οὗτος ὁ χιτὼν κολποῦται μὲν οὐδαμόθεν, λαγαρὸν δὲ παρέχων τὸν βροχωτῆρα τοῦ αὐχένος ἁρπεδόσιν ἐκ τῆς ὤας καὶ τῶν κατὰ στέρνον καὶ μετάφρενον ἠρτημέναις ἀναδεῖται ὑπὲρ ἑκατέραν κατακλεῖδα· μασσαβάνης καλεῖται. Ὑπὲρ δὲ τῆς κεφαλῆς φορεῖ πῖλον ἄκωνον οὐ διικνούμενον εἰς πᾶσαν αὐτὴν ἀλλʼ ἐπʼ ὀλίγον ὑπερβεβηκότα μέσης· καλεῖται μὲν μασναεφθῆς, τῇ δὲ κατασκευῇ τοιοῦτός ἐστιν ὡς στεφάνη δοκεῖν ἐξ ὑφάσματος λινέου ταινία πεποιημένη παχεῖα· καὶ γὰρ ἐπιπτυσσόμενον ῥάπτεται πολλάκις.