Ancient Greek
152 to 156
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 152-2-156
Not analysed yet
Σαοῦλος δὲ κατασχεῖν βουλόμενος τὸν Σαμουῆλον ἐλλαμβάνεται τῆς διπλοΐδος καὶ βιαίας τῆς ὁλκῆς διὰ τὸ μεθʼ ὁρμῆς ἀπιέναι τὸν Σαμουῆλον γενομένης διασχίζει τὸ ἱμάτιον. τοῦ δὲ προφήτου τὴν βασιλείαν οὕτως διασχισθῆναι φήσαντος καὶ λήψεσθαι ταύτην ἀγαθὸν καὶ δίκαιον, ἐμμένειν γὰρ τὸν θεὸν τοῖς περὶ αὐτοῦ κεκριμένοις ὡς τοῦ μεταβάλλεσθαι καὶ στρέφειν τὴν γνώμην ἀνθρωπίνου πάθους ὄντος οὐχὶ θείας ἰσχύος, ὁ Σαοῦλος ἀσεβῆσαι μὲν ἔλεγεν, ἀγένητα δὲ ποιῆσαι τὰ πεπραγμένα μὴ δύνασθαι· τιμῆσαί γε μὴν αὐτὸν παρεκάλει τοῦ πλήθους ὁρῶντος σὺν αὐτῷ παραγενόμενον τὸν θεὸν προσκυνῆσαι. δίδωσι δὲ τοῦτο Σαμουῆλος αὐτῷ καὶ συνελθὼν προσκυνεῖ τῷ θεῷ. ἄγεται δὲ καὶ ὁ τῶν Ἀμαληκιτῶν βασιλεὺς Ἄγαγος πρὸς αὐτόν· καὶ πυνθανομένου, πῶς εἴη πικρὸς ὁ θάνατος, εἶπεν ὡς σὺ πολλὰς μητέρας Ἑβραίων ἐπὶ τέκνοις ὀδύρεσθαι καὶ πένθος ἄγειν ἐποίησας, οὕτως ὀδυνήσεις ἐπὶ σαυτῷ διαφθαρέντι τὴν μητέρα. καὶ κελεύει παραχρῆμα αὐτὸν ἐν Γαλγάλοις ἀποθανεῖν. καὶ αὐτὸς δὲ εἰς Ἅρμαθον πόλιν ἀπαλλάσσεται. Σαοῦλος δὲ ὁ βασιλεὺς αἰσθόμενος ὧν πειραθείη κακῶν ἐχθρὸν αὑτῷ τὸν θεὸν κατασκευάσας, εἰς τὸ βασίλειον ἀναβαίνει Γαβᾶ, σημαίνει βουνὸν ἑρμηνευόμενον τὸ ὄνομα, καὶ μετʼ ἐκείνην οὐκέτι τὴν ἡμέραν εἰς ὄψιν ἔρχεται τῷ προφήτῃ.